291
59.385 ΟΜΙΛΙΑ ΟΑʹ. Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πά λιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; καὶ τὰ ἑξῆς.
αʹ. Χαλεπὸν, ἀγαπητοὶ, χαλεπὸν εἰς βάθος κακῶν ἐλθεῖν. Λοιπὸν γὰρ
δυσδιόρθωτος ἡ ψυχὴ γίνεται. ∆ιὰ τοῦτο χρὴ πάντα πράττειν, ὥστε μὴ ἁλῶναι τὴν ἀρχήν. Εὐκολώτερον γὰρ μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντα ἀνακτήσασθαι ἑαυτόν. Ὅρα γοῦν, ἐπειδὴ ἐνέβαλεν ἑαυτὸν ὁ Ἰούδας, πόσης ἀπολαύει βοηθείας, καὶ οὐδὲ οὕτω διανίσταται. Εἶπε πρὸς αὐτὸν, ὅτι Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν· εἶπεν, ὅτι Οὐ πάντες πιστεύουσιν· εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω· καὶ, ὅτι Οἶδα ἐγὼ οὓς ἐξελεξάμην, καὶ οὐδενὸς τούτων αἰσθάνεται. Ὡς δὲ ἔνιψε τοὺς πόδας, καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ κατεκλίθη, φησί· Γινώσκετε τί πεποίηκα ὑμῖν; Οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας διαλέγεται. Ὑμεῖς φωνεῖτέ με, Ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὑμεῖς φωνεῖτέ με. Τὴν κρίσιν αὐτῶν προσλαμβάνει. Εἶτα ἵνα μὴ τῆς ἐκείνων χάριτος εἶναι δόξῃ τὰ ῥήματα, ἐπάγει· Εἰμὶ γάρ. Τῷ μὲν οὖν παρ' αὐτῶν τὸν λόγον εἰσαγαγεῖν, εὐθέως ἀνεπαχθῆ ποιεῖ· τῷ δὲ παρ' ἐκείνων εἰσαχθέντα βεβαιῶσαι παρ' ἑαυτοῦ, ἀνύποπτον. Εἰμὶ γὰρ, φησίν. Ὁρᾷς ὅταν πρὸς τοὺς μαθητὰς διαλέγηται, πῶς ἐκκαλύπτων τὰ καθ' ἑαυτὸν φθέγγεται μᾶλλον; Ὥσπερ οὖν λέγει, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής· οὕτω λέγει, Καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς. Τὸ δὲ, Εἷς καὶ Εἷς, οὐ περὶ τοῦ Πατρὸς εἴρηται μόνον ἀλλὰ καὶ περὶ αὐτοῦ. Εἰ γὰρ ἑαυτὸν ἐκβάλλων ἔλεγε, πῶς φησιν, Ἵνα υἱοὶ φωτὸς γένησθε; Καὶ πάλιν, εἰ διδάσκαλον μόνον ἔλεγε τὸν Πατέρα, πῶς λέγει, Εἰμὶ γάρ; καὶ πάλιν, Εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς, ὁ Χριστός; Εἰ οὖν ἐγὼ, φησὶν, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, ἔνιψα ὑμῶν τοὺς πόδας, καὶ ὑμεῖς ἀλλήλους ὀφείλετε νίπτειν. Τοῦτο γὰρ ὑπόδειγμα ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, οὕτω καὶ ὑμεῖς ποιῆτε. Καὶ μὴν οὐκ ἔστι τὸ αὐτό. Αὐτὸς μὲν γὰρ διδάσκαλος καὶ Κύριος, ὑμεῖς δὲ ἀλλήλων ὁμόδουλοι. Τί οὖν ἐστι τὸ, Οὕτω; Μετὰ τῆς αὐτῆς σπουδῆς. ∆ιὰ γὰρ τοῦτο ἀπὸ τῶν μειζόνων πραγμάτων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τὸ ἔλαττον ἐργασώμεθα. Καὶ γὰρ οἱ διδάσκαλοι τοῖς παισὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ κάλλους γράφουσιν, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ποῦ νῦν οἱ διαπτύοντες τοὺς ὁμοδούλους; ποῦ νῦν οἱ τὰς τιμὰς ἀπαιτοῦντες; Τοῦ προδότου τοὺς πόδας ὁ Χριστὸς ἔνιψε, τοῦ ἱεροσύλου καὶ κλέπτου, καὶ παρὰ τὸν καιρὸν τῆς προδοσίας, καὶ ἀνιάτως ἔχοντα τραπέζης κοινωνὸν 59.386 ἐποίησε· καὶ σὺ μέγα φρονεῖς καὶ τὰς ὀφρῦς ἀνασπᾷς; Τοὺς πόδας οὖν ἀλλήλων νίπτωμεν, φησίν· οὐκοῦν καὶ τῶν οἰκετῶν. Καὶ τί μέγα, εἰ καὶ τῶν οἰκετῶν; Ἐνταῦθα μὲν γὰρ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνομάτων ἐστὶ διαφορά· ἐκεῖ δὲ, πραγμάτων ἀλήθεια. Φύσει γὰρ αὐτὸς Κύριος ἦν, καὶ ἡμεῖς δοῦλοι, καὶ οὐδὲ τοῦτο παρῃτήσατο νῦν ποιεῖν. Νυνὶ δὲ ἀγαπητὸν, εἰ μὴ τοῖς ἐλευθέροις ὡς δούλοις ἡμεῖς χρησαίμεθα, ὡς ἀνδραπόδοις ἀργυρωνήτοις. Καὶ τί ἐροῦμεν τότε, τοσαύτης μὲν ἀνεξικακίας ὑποδείγματα λαβόντες, αὐτοὶ δὲ οὐδὲ μικρὸν μιμούμενοι, ἀλλ' ἐξ ἐναντίας ἑστῶτες, καὶ πρὸς διάμετρον ἐπαιρόμενοι, καὶ τὴν ὀφειλὴν οὐκ ἀποδιδόντες; Ὀφειλέτας γὰρ ἡμᾶς ἀλλήλων κατέστησεν ὁ Θεὸς, αὐτὸς κατάρξας τούτου, καὶ ὀφειλέτας ἐλάττονος μοίρας. Αὐτὸς μὲν γὰρ Κύριος ἦν· ἡμεῖς δὲ πρὸς τοὺς συνδούλους τοῦτο ποιοῦμεν, ἐὰν ποιήσωμεν. Ὃ δὴ καὶ αὐτὸ ᾐνίξατο διὰ τοῦ εἰπεῖν· Εἰ οὖν ἐγὼ, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος· καὶ πάλιν, Οὕτω καὶ ὑμεῖς. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Πόσῳ μᾶλλον ἡμεῖς οἱ δοῦλοι· ἀλλ' ἀφῆκεν αὐτὸ τῷ συνειδότι τῶν ἀκροωμένων. Τί δήποτε δὲ αὐτὸ νῦν πεποίηκεν; Ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος. βʹ. Ἵν' οὖν μὴ κατ' ἀλλήλων ἐπαίρωνται, καὶ ταῦτα λέγωσιν ἃ καὶ πρὸ τούτου, Τίς ἐστι μείζων; μηδὲ ἀγανακτῶσι