296
Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην· καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο, καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν, Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον· οἱ δὲ οὐδὲ οὕτω συνίεσαν. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι ἀληθῆ τὰ πρὸς τοὺς Ἰουδαίους εἰρημένα ἦν αὐτῷ περὶ τοῦ θανάτου. Καὶ γὰρ πρὸς ἐκείνους εἴρηκε τὸ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἕως γοῦν κατεῖχεν, οὐδεὶς ἴσχυσεν· ἐπειδὴ δὲ ἀφῆκε λοιπὸν, εὔκολον τότε τὸ πρᾶγμα γίνεται. Ταῦτ' οὖν ἅπαντα αἰνιττόμενος εἶπεν, Ὃ ποιεῖς, ποίησον τάχιον· καὶ οὐδὲ τότε αὐτὸν δῆλον ἐποίησε. Τάχα γὰρ ἂν αὐτὸν καὶ διέσπασαν, τάχα ἂν ὁ Πέτρος καὶ ἀνεῖλεν αὐτόν. ∆ιὰ τοῦτο Οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Ἆρα οὐδὲ ὁ Ἰωάννης; Οὐδὲ οὗτος· οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Ἐπειδὴ γὰρ πόῤῥω τῆς τοιαύτης πονηρίας ἦσαν, οὐδὲ περὶ ἑτέρων τοιαῦτα ὑποπτεύειν εἶχον. Ὥσπερ οὖν ἔμπροσθεν αὐτοῖς εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω, καὶ οὐδαμοῦ ἐξεκάλυψεν· οὕτω καὶ ἐνταῦθα ἐνόμισαν περὶ ἑτέρου λέγεσθαι. Ἦν δὲ νὺξ ὅτε ἐξῆλθε, φησί. ∆ιατί μοι τὸν καιρὸν λέγεις; Ἵνα μάθῃς τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν κατάδηλον ἐποίησε. Ἐκεῖνοι γοῦν φόβῳ κατεχόμενοι καὶ ἀγωνίᾳ πολλῇ τότε τεθορύβηντο, 59.392 καὶ τὴν μὲν ἀληθῆ τῶν εἰρημένων αἰτίαν οὐκ ᾔδεσαν· ὑπώπτευον δὲ, ὅτι Τοῖς πένησιν ἵνα τι δῷ, ταῦτα ἔλεγε. Πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν τὴν ἐπιμέλειαν, διδάσκων καὶ ἡμᾶς πολλὴν ὑπὲρ τούτου ποιεῖσθαι σπουδήν. Ἐδόκουν δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ τὸ γλωσσόκομον εἶχε· καίτοι γε οὐδεὶς φαίνεται προσενεγκὼν αὐτῷ χρήματα· ἀλλ' ὅτι μὲν ἔτρεφον αὐτὸν ἐκ τῶν ὑπαρχόντων αἱ μαθήτριαι, εἶπε· τοῦτο δὲ οὐδαμοῦ ᾐνίξατο. Πῶς δὲ, μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον κελεύων ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο πρὸς τὴν τῶν πενήτων διακονίαν; Ἵνα μάθῃς, ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον τούτου δεῖ τοῦ μέρους πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Πολλὰ γὰρ πρὸς τὴν ἡμετέραν οἰκονομῶν διδασκαλίαν ἔπραττε. Τοῦτο οὖν καὶ λέγειν ἐνόμισαν οἱ μαθηταὶ, ἵνα τοῖς πένησί τι δῷ. Καὶ οὐδὲ τοῦτο ἐνέτρεψε, τὸ μέχρις ἐσχάτης ἡμέρας μὴ θελῆσαι αὐτὸν παραδειγματίσαι. Τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ μὴ ἐκπομπεύειν τὰ τῶν συνόντων ἁμαρτήματα, κἂν ἀνιάτως ἔχωσι. Καὶ γὰρ καὶ μετὰ ταῦτα ἐλθόντι προδοῦναι φίλημα ἔδωκε. καὶ κατεδέξατο πρᾶγμα τοσοῦτον, καὶ ἐπὶ τὸ πολλῷ τολμηρότερον προῄει, τὸν σταυρὸν αὐτὸν, τὸν θάνατον τὸν ἐπονείδιστον· καὶ πάλιν ἐκεῖ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπεδείκνυτο. Καὶ δόξαν ἐνταῦθα τὸ πρᾶγμα καλεῖ, διδάσκων ἡμᾶς ὅτι οὐδὲν οὕτως αἰσχρὸν καὶ ἐπονείδιστον, ὃ μὴ λαμπρότερον ποιεῖ τὸν μετιόντα, ὅταν κατὰ Θεὸν γίνηται. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐπὶ τὸ παραδοῦναι, λέγει· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν, καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου, δόξα μεγάλη. Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν, Σημεῖον οὐ δοθήσεται ὑμῖν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη, τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις, μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν, πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι, Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ; Τουτέστι, δι' ἑαυτοῦ, οὐ δι' ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν, ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ, φησὶν, οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρὸν, οὐδὲ τότε δείξει λαμπρὸν, ἀλλ' εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται. Ὁ γοῦν ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐῤῥάγησαν, τὸ καταπέτασμα ἐσχίσθη, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὁ τάφος