299
Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.395 ΟΜΙΛΙΑ ΟΓʹ. Λέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι·
ὕστερον δὲ ἀκολουθήσεις μοι. αʹ. Μέγα ἀγάπη καλόν· πυρός ἐστι σφοδρότερον, καὶ πρὸς αὐτὸν ἄνεισι τὸν
οὐρανόν· καὶ οὐδέν ἐστι κώλυμα, ὅπερ αὐτῆς τὴν ῥαγδαῖον ὁρμὴν ἐπισχεῖν δυνήσεται. Ὁ γοῦν θερμότατος Πέτρος, ἀκούσας, ὅτι Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, τί λέγει; Κύριε, ποῦ ὑπάγεις; Τοῦτο δὲ εἶπεν, οὐχ οὕτω μαθεῖν βουλόμενος, ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Φανερῶς μὲν οὖν εἰπεῖν, ὅτι Ἔρχομαι, οὐκ ἐτόλμησε τέως· φησὶ δὲ, Ποῦ ὑπάγεις; Ὁ Χριστὸς δὲ οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν διάνοιαν ἀπεκρίνατο. Ὅτι γὰρ τοῦτο ἤθελε, δι' ὧν ὁ Χριστὸς εἶπε δῆλον. Τί γάρ φησιν; Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι. Ὁρᾷς ὅτι τὸ ἀκολουθῆσαι ἐπεπόθει, καὶ διὰ τοῦτο ἐρωτᾷ; Ἀκούσας δὲ, ὅτι Ἀκολουθήσεις ὕστερον, οὐδὲ οὕτω τὸν πόθον κατεῖχε· καίτοι χρηστὰς ἐλπίδας λαβὼν, ἀλλ' οὕτως ἐπείγεται ὡς εἰπεῖν, ∆ιατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἀπεσείσατο τὸν φόβον τῆς προδοσίας, καὶ τῶν γνησίων ἐφάνη καὶ αὐτὸς ὢν, μετὰ παῤῥησίας δι' ἑαυτοῦ λοιπὸν ἐρωτᾷ τῶν ἄλλων σιγώντων. Τί λέγεις, Πέτρε; εἶπεν, ὅτι Οὐ δύνασαι· καὶ σὺ λέγεις, ὅτι ∆ύναμαι; Οὐκοῦν εἴσῃ διὰ τῆς πείρας αὐτῆς, ὅτι οὐδέν σού ἐστιν ἡ ἀγάπη, μὴ τῆς ἄνωθεν παρούσης ῥοπῆς. Ὅθεν δῆλον, ὅτι καὶ τὸ πτῶμα ἐκεῖνο, αὐτοῦ κηδόμενος συνεχώρησεν. Ἐβούλετο μὲν γὰρ καὶ διὰ τῶν πρώτων παιδεῦσαι· ἐπειδὴ δὲ ἐπέμενε τῇ σφοδρότητι, αὐτὸς μὲν οὐκ ἐνέβαλεν αὐτὸν, οὔτε ὦσεν ἐπὶ τὴν ἄρνησιν, εἴασε δὲ ἔρημον, ὥστε μαθεῖν τὴν ἑαυτοῦ ἀσθένειαν. Εἶπεν, ὅτι δεῖ παραδοθῆναι, καὶ λέγει· Ἵλεώς σοι· οὐ μὴ ἔσται σοι τοῦτο. Ἐπετιμήθη, καὶ οὐκ ἐπαιδεύθη· ἀλλὰ πάλιν, βουλομένου τοῦ Χριστοῦ νίψαι αὐτοῦ τοὺς πόδας, φησίν· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀκούσας πάλιν, ὅτι Οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, λέγει· Κἂν πάντες ἀρνήσωνται, ἐγὼ οὐκ ἀρνήσομαι. Ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν καὶ εἰς ἀπόνοιαν ἀρθῆναι μελετῶντα ἀντιλέγειν αὐτῷ, παιδεύει λοιπὸν αὐτὸν μὴ ἀντιπίπτειν. Τοῦτο γοῦν καὶ ὁ Λουκᾶς αἰνιττόμενος, αὐτόν φησιν εἰρηκέναι, Καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· τουτέστιν, ἵνα μὴ εἰς τέλος ἀπόλῃ· διὰ πάντων ταπεινοφροσύνην αὐτὸν διδάσκων, καὶ τὴν ἀνθρωπίνην ἐλέγχων φύσιν οὐδὲν αὐτὴν καθ' ἑαυτὴν οὖσαν. Ἐπειδὴ γὰρ ἡ πολλὴ ἀγάπη ἀντιλογικὸν αὐτὸν ἐποίησε, σωφρονίζει λοιπὸν αὐτὸν, ἵνα μὴ καὶ ἐν τοῖς μετὰ ταῦτα τοῦτο πάθῃ, ὅταν τῆς οἰκουμένης τὴν οἰκονομίαν ἀναδέξηται· ἀλλ' 59.396 ἵνα ἀναμιμνησκόμενος ὧν ἔπαθεν ἐπιγινώσκῃ ἑαυτόν. Καὶ ὅρα σφοδρότητα πτώματος. Οὐ γὰρ ἅπαξ καὶ δὶς τοῦτο ἔπαθεν, ἀλλ' οὕτως ἐξέστη, ὡς ἐν βραχεῖ καιρῷ τρίτον εἰπεῖν τὸ ῥῆμα τὸ τῆς ἀρνήσεως· ἵνα μάθῃ, ὅτι οὐχ οὕτως ἠγάπησεν, ὡς ἠγαπήθη. Ἀλλ' ὅμως τῷ οὕτω πεσόντι πάλιν λέγει· Ἀγαπᾷς με πλέον τούτων; Οὕτως οὐκ ἀπὸ ψύξεως, ἀλλ' ἐκ τοῦ γυμνωθῆναι τῆς ἄνωθεν βοηθείας γέγονε. Τὴν μὲν οὖν ἀγάπην ἀποδέχεται τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει. Εἰ γὰρ ἀγαπᾷς, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι. Εἶπε καὶ σοὶ καὶ τοῖς μετὰ σοῦ, Οὐ δύνασαι· τί φιλονεικεῖς; οὐκ οἶδας τί ποτέ ἐστιν ἀπαγόρευσις Θεοῦ; Ἐπειδὴ δὲ ἐν τούτῳ μαθεῖν οὐ θέλεις ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ μαθήσῃ· καίτοι πολύ σοι τοῦτο τότε ἀπιστότερον ἐφαίνετο. Τοῦτο μὲν γὰρ οὐδὲ ᾔδεις· ἐκείνου δὲ τὴν γνῶσιν αὐτὸς εἶχες ἐν τῇ ψυχῇ·