301
καὶ Ἰουδαίοις μὲν σαφῶς οὕτως οὐκ εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι Οὐ δύνασθε πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ, εὐθέως ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν· νῦν δὲ ἀποκρύψας, εἰς ἀγωνίαν αὐτοὺς ἐνέβαλεν. Καὶ τοῖς μαθηταῖς δὲ τίνος ἕνεκεν οὕτως εἶπε, φησὶ, καὶ τῷ Πέτρῳ; Ἤδει αὐτοῦ πολλὴν προθυμίαν, καὶ ὅτι μᾶλλον ἐντεῦθεν ἐπικείσεται ἐνοχλῶν. Ὥστε οὖν αὐτὸν ἀπαγαγεῖν, κρύπτει. Κατορθώσας δὲ ὅπερ ἐβούλετο διὰ τῆς ἀσαφείας καὶ τοῦ κρύψαι τὸν λόγον, πάλιν αὐτὸ ἐκκαλύπτει. Εἰπὼν γὰρ, ὅτι Ὅπου εἰμὶ, οὐδεὶς δύναται ἐλθεῖν, ἐπήγαγεν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσι· καὶ πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τοῦτο οὖν οὐκ ἐβούλετο αὐτοῖς παρὰ τὴν ἀρχὴν εἰπεῖν, ὥστε μὴ εἰς πλείονα ἀθυμίαν ἐμβαλεῖν· ἐπειδὴ δὲ αὐτοὺς κατεπράϋνε, 59.398 τότε λέγει. Ἀπὸ γὰρ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου τὸ πολὺ τῆς ἀθυμίας ἐξέβαλεν, εἰς φόβον τε ἐμπεσόντες μήποτε τὰ αὐτὰ ἀκούσωσι, κατεστέλλοντο μᾶλλον. Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο ἀπόδειξις τοῦ, Οὐδεὶς ἔρχεται εἰ μὴ δι' ἐμοῦ· τὸ δὲ, Καὶ ἀλήθεια καὶ ἡ ζωὴ, τοῦ, ὅτι πάντως ταῦτα ἔσται. Οὐδὲν τοίνυν παρ' ἐμοῦ ψεῦδος, εἰ ἀλήθεια· εἰ δὲ καὶ ζωὴ, οὔτε αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν. Ἄλλως δὲ, εἰ Ἐγώ εἰμι ἡ ὁδὸς, οὐ δεήσεσθε τοῦ χειραγωγοῦντος· εἰ δὲ καὶ ἡ ἀλήθεια, οὐ ψεῦδος τὰ λεγόμενα· εἰ δὲ καὶ ζωὴ, κἂν ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων. Τὸ μὲν οὖν τῆς ὁδοῦ καὶ συνῆκαν καὶ ὡμολόγησαν· τὰ δὲ λοιπὰ ἠγνόουν· οὐ μὴν ἐτόλμων εἰπεῖν ἅπερ ἠγνόουν. Ἀλλ' ὅμως πολλὴν ἀπὸ τῆς ὁδοῦ τὴν παραμυθίαν ἔλαβον. Εἰ τοίνυν ἐγὼ κύριός εἰμι, φησὶ, τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, πάντως ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ ἔστιν ἑτέραν ἐλθεῖν ὁδόν. Εἰπὼν δὲ ἔμπροσθεν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ πάλιν, Ἐὰν ἐγὼ ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ νῦν πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, δείκνυσιν ἴσον ἑαυτὸν τῷ γεγεννηκότι. Πῶς δὲ εἰπὼν, Ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, ἐπήγαγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτόν; Οὐχὶ ἐναντιολογῶν· ᾔδεσαν μὲν γὰρ αὐτὸν, οὐχ οὕτω δὲ ὡς ἐχρῆν. Θεὸν μὲν γὰρ ᾔδεσαν, Πατέρα δὲ οὐδέπω ὕστερον γὰρ τὸ Πνεῦμα ἐπελθὸν, πᾶσαν ἐν αὐτοῖς κατεσκεύασε τὴν γνῶσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδειτε τὴν ἐμὴν οὐσίαν καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ᾔδειτε. Καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν (τὸ μὲν μέλλοντος, τὸ δὲ παρόντος)· τουτέστιν, δι' ἐμοῦ. Ὄψιν δὲ λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Τοὺς μὲν γὰρ ὁρωμένους δυνάμεθα καὶ ὁρᾷν καὶ ἀγνοεῖν· τοὺς δὲ γινωσκομένους οὐ δυνάμεθα γινώσκειν καὶ ἀγνοεῖν. ∆ιὰ τοῦτό φησι· Καὶ ἑωράκατε αὐτόν· ὥσπερ φησὶν, Ὤφθη καὶ ἀγγέλοις. Καίτοι γε οὐκ αὐτὴ ἡ οὐσία ὤφθη· ἀλλ' ὅμως φησὶν ὦφθαι, δηλαδὴ ὡς ἐκείνοις ἰδεῖν δυνατόν. Οὕτω δὲ εἴρηται, ἵνα μάθῃς ὅτι ὁ αὐτὸν ἑωρακὼς, τὸν γεγεννηκότα οἶδεν. Ἐθεάσαντο δὲ αὐτὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον. Οἶδε δὲ ἀλλαχοῦ καὶ τὴν ὄψιν γνῶσιν λέγειν· ὡς ὅταν λέγῃ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαροὺς δὲ, οὐχὶ τοὺς πορνείας ἀπηλλαγμένους, ἀλλὰ τοὺς πάντων ἁμαρτημάτων φησί· πᾶσα γὰρ ἁμαρτία ῥύπον ἐντίθησι τῇ ψυχῇ. γʹ. Πάντα τοίνυν πράττωμεν, ὥστε ἀποσμῆξαι τὴν ῥυπαρίαν. Ἀποσμήχει δὲ πρῶτον τὸ λουτρόν· ὕστερον δὲ καὶ ἕτεραι ὁδοὶ πολλαὶ καὶ παντοδαπαί. Φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς καὶ μετὰ ταῦτα ἔδωκεν ἡμῖν ὁδοὺς ποικίλης ἀπαλλαγῆς· ὧν πρώτη πασῶν ἐστιν ἡ διὰ τῆς ἐλεημοσύνης. Ἐλεημοσύναις γὰρ, φησὶ, καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Ἐλεημοσύνην δὲ οὐ τὴν ἐξ ἀδικίας λέγω· τοῦτο γὰρ οὐδὲ ἐλεημοσύνη, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία. Τί γὰρ ὄφελος ἐκδῦσαι ἕτερον, καὶ ἐνδῦσαι ἕτερον; Ἀπὸ γὰρ οἴκτου τοῦ πράγματος ἄρχεσθαι δεῖ· τοῦτο δὲ ἀπανθρωπία. Κἂν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν 59.399 Θεὸν, οὐκ εἰδότες ὅτι μᾶλλον