304
καὶ καλῶς ἐπετίμησεν εἰπών· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι. Τοσαύτης ἀπέλαυσας διδασκαλίας, εἶδες σημεῖα μετὰ αὐθεντίας, καὶ πάντα ἅπερ θεότητος ἦν ἴδια, καὶ ἃ ὁ Πατὴρ μόνος ἐργάζεται, ἁμαρτήματα λυόμενα, ἀπόῤῥητα εἰς μέσον ἀγόμενα, θάνατον ἀναχωροῦντα, δημιουργίαν ἀπὸ γῆς γινομένην, Καὶ οὐκ ἔγνωκάς με; βʹ. Ἐπειδὴ γὰρ σάρκα περιέκειτο, διὰ τοῦτο εἶπεν, Οὐκ ἔγνωκάς με. Εἶδες τὸν Πατέρα; Μὴ ζήτει πλέον ἰδεῖν· ἐν ἐκείνῳ γάρ με ἑώρακας. Εἰ εἶδές με, μηδὲν περιεργάζου· καὶ γὰρ ἐν ἐμοὶ ἐκεῖνον ἔγνως. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρί; Τουτέστιν, Ἐν ἐκείνῃ τῇ οὐσίᾳ φαίνομαι. Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Εἶδες ἐγγύτητος ὑπερβολὴν, καὶ μιᾶς οὐσίας ὑπόδειγμα; Ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πῶς ἀπὸ ῥημάτων ἀρξάμενος, ἐπὶ τὰ ἔργα ἦλθε; Τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Αὐτὸς λαλεῖ τὰ ῥήματα· ἀλλὰ δύο τίθησιν ἐνταῦθα, περὶ διδασκαλίας καὶ σημείων· ἢ ἐπειδὴ καὶ τὰ ῥήματα ἔργα ἦν. Πῶς οὖν αὐτὸς ποιεῖ; Καὶ μὴν ἀλλαχοῦ φησιν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησὶ ποιεῖν; Τὸ αὐτὸ τοῦτο δηλῶν, ὅτι οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἂν ἄλλως ἐποίησεν ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ· καὶ μὴν ἀλλαχοῦ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἐργάζεται, λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἐκεῖ μὲν τὸ ἀπαράλλακτον τῶν ἔργων, ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδεικνύμενος. Εἰ δὲ ἡ πρόχειρος τῶν λέξεων ἔμφασις ταπεινότητα ἐμφαίνει, μὴ θαυμάσῃς. Πρότερον γὰρ εἰπὼν, Οὐ πιστεύεις, τότε τοῦτο ἐφθέγξατο· δεικνὺς, ὅτι ὑπὲρ τοῦ εἰς πίστιν 59.402 αὐτὸν ἀγαγεῖν οὕτως ἐσχημάτισε τὰ ῥήματα. Τὰς γὰρ καρδίας αὐτῶν ἐνεβάτευε. Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Ἔδει μὲν ὑμᾶς ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Καὶ τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου, εἰ περὶ ἔργων ἐλέγετο, οὐκ ἂν ὕστερον εἶπεν· Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Εἶτα δεικνὺς, ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ' ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων δύναμαι ποιῆσαι· ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, Καὶ ἑτέροις δύναμαι δοῦναι, φησὶ, καὶ μείζονα ποιῆσαι τούτων. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι πρὸς τὸν Πατέρα πορεύομαι. Τουτέστιν, Ὑμῶν ἐστὶ λοιπὸν τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἀπέρχομαι. Εἶτα ἐπειδὴ ἤνυσεν ὅπερ ὁ λόγος ἐβούλετο, φησὶν, ὅτι Ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε, καὶ ἐγὼ τοῦτο ποιήσω, ἵνα ἐν ἐμοὶ δοξασθῇ ὁ Πατήρ. Ὁρᾷς πῶς πάλιν αὐτὸς ποιεῖ τοῦτο; Ποιήσω γὰρ, φησὶν, ἐγώ. Καὶ οὐκ εἶπεν, Ἀξιῶ τὸν Πατέρα· ἀλλ', Ἵνα δοξασθῇ ἐν ἐμοὶ ὁ Πατήρ. Καὶ μὴν ἀλλαχοῦ ἔλεγεν· Ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· ἐνταῦθα δὲ, Αὐτὸς δοξάσει τὸν Πατέρα. Ὅταν γὰρ ὁ Υἱὸς φαίνηται μεγάλα δυνάμενος, δοξασθήσεται ὁ γεγεννηκώς. Τί δέ ἐστιν, Ἐν τῷ ὀνόματί μου; Ὅπερ οἱ ἀπόστολοι ἔλεγον, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Πάντα γὰρ τὰ σημεῖα, ἅπερ ἐποίησαν, αὐτὸς ἐνήργει, Καὶ χεὶρ Κυρίου ἦν μετ' αὐτῶν. Ἐγὼ ποιήσω, φησίν. Ὁρᾷς αὐθεντίαν; τὰ δι' ἄλλων αὐτὸς ποιεῖ· τὰ δὲ δι' αὐτοῦ οὐκ ἰσχύει, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἐνεργούμενος; Καὶ τίς ἂν ταῦτα εἴποι; Τίνος δὲ ἕνεκεν δεύτερον αὐτὸ τίθησι; Βεβαιῶν τὸν ἑαυτοῦ λόγον, καὶ δεικνὺς ὅτι τὰ πρότερα συγκαταβάσεως ἦν. Τὸ δὲ, Πρὸς τὸν Πατέρα πορεύομαι, τοῦτό ἐστιν· Οὐκ ἀπολοῦμαι, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀξίας μένω, καὶ ἐν τοῖς οὐρανοῖς εἰμι. Πάντα δὲ ταῦτα παραμυθούμενος αὐτοὺς ἔλεγεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μηδέπω τοὺς περὶ τῆς ἀναστάσεως εἰδότας λόγους ἐννοεῖν τι σκυθρωπὸν, ἑτέροις ἐπαγγέλλεται τοιαῦτα δώσειν αὐτοὺς, πανταχοῦ θεραπεύων αὐτοὺς, καὶ δεικνὺς ὅτι μένει διηνεκῶς, καὶ οὐ μένει μόνον, ἀλλὰ καὶ μείζονα ἐπιδείξεται δύναμιν. γʹ. Ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ λάβωμεν τὸν σταυρόν. Εἰ γὰρ καὶ μὴ πάρεστι διωγμὸς, ἀλλ' ἑτέρου πάρεστι