305
θανάτου καιρός. Νεκρώσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Σβέσωμεν οὖν ἐπιθυμίαν, ἀποκτείνωμεν θυμὸν, ἀνέλωμεν φθόνον. Τοῦτό ἐστι θυσία ζῶσα. Οὐκ εἰς τέφραν αὕτη ἡ θυσία τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαχεῖται, οὐδὲ ξύλων δεῖται, καὶ πυρὸς, καὶ μαχαίρας. Ἔχει γὰρ πῦρ καὶ μάχαιραν, τὸ Πνεῦμα τὸ ἅγιον. Ταύτῃ χρησάμενος τῇ μαχαίρᾳ, περίτεμε τῆς καρδίας τὸ περιττὸν καὶ ἀλλότριον, ἄνοιξον τὸ μεμυκὸς τῆς ἀκοῆς. Τὰ γὰρ νοσήματα καὶ αἱ πονηραὶ ἐπιθυμίαι ἐμφράττειν εἰώθασι τοῦ λόγου τὴν εἴσοδον. Καὶ γὰρ χρημάτων ἐπιθυμία προτεθεῖσα οὐκ ἀφίησιν ἀκοῦσαι τὸν περὶ ἐλεημοσύνης λόγον, καὶ βασκανία παραγενομένη διατειχίζει τὴν περὶ τῆς ἀγάπης διδασκαλίαν, καὶ ἕτερον νόσημα ἐμπεσὸν πάλιν νωθροτέραν αὐτὴν κατασκευάζει πρὸς πάντα. Ἀνέλωμεν τοίνυν τὰς πονηρὰς ἐπιθυμίας. Καὶ 59.403 γὰρ ἀρκεῖ θελῆσαι, καὶ πάντα ἔσβεσται. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι τυραννικὸν ὁ τῶν χρημάτων ἔρως, ἀλλ' ὅτι τῆς ἡμετέρας ῥᾳθυμίας ἡ τυραννίς. Πολλοὶ γοῦν οὐδ' ὅτι ἔστιν ἀργύριον εἰδέναι λέγουσιν. Οὐ γάρ ἐστι φυσικὴ ἡ ἐπιθυμία αὕτη. Αἱ γὰρ φυσικαὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς κατεβλήθησαν· χρυσὸς δὲ καὶ ἄργυρος καὶ μέχρι πολλοῦ χρόνου οὐδ' ὅ τι ποτέ ἐστι γνώριμον ἦν. Πόθεν οὖν ηὐξήθη ἡ ἐπιθυμία αὕτη; Ἀπὸ κενοδοξίας καὶ ῥᾳθυμίας ἐσχάτης. Τῶν γὰρ ἐπιθυμιῶν αἱ μέν εἰσιν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ, αἱ δὲ οὐδέτερον τούτων. Οἷόν τι λέγω· ὅσαι μὴ πληρούμεναι φθείρουσι τὸ ζῶον, αὗται φυσικαὶ καὶ ἀναγκαῖαι τυγχάνουσιν· οἷον ἡ τῶν σιτίων καὶ ποτῶν, καὶ ἡ τοῦ καθεύδειν ἐπιθυμία· ὁ δὲ τῶν σωμάτων ἔρως, φυσικὸς μὲν ἔστιν, οὐκ ἀναγκαῖος δέ. Πολλοὶ γὰρ αὐτοῦ περιγεγόνασι, καὶ οὐκ ἀπώλοντο. Ἡ δὲ τῶν χρημάτων ἐπιθυμία οὔτε φυσικὴ, οὔτε ἀναγκαία, ἀλλὰ περιττή· κἂν βουλώμεθα, οὐ δεχόμεθα αὐτῆς τὴν ἀρχήν. Ἀμέλει καὶ ὁ Χριστὸς περὶ παρθενίας διαλεγόμενός φησιν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλὰ τί; Ἐὰν μή τις ἀποτάξηται 59.404 αὐτοῦ πᾶσι τοῖς ὑπάρχουσι, οὐκ ἔστι μου ἄξιος. Ὃ μὲν γὰρ ἦν εὔκολον παρῄνει· ὃ δὲ ὑπερβαίνει τοὺς πολλοὺς, ἐπιτρέπει τῇ προαιρέσει. Τί τοίνυν πάσης ἀποστεροῦμεν ἑαυτοὺς ἀπολογίας; Ὁ μὲν γὰρ ὑπὸ τοῦ τυραννικωτέρου πάθους ἁλοὺς, οὐ πολλὴν δώσει δίκην· ὁ δὲ ὑπὸ τοῦ ἀσθενοῦς χειρωθεὶς, πάσης ἀπεστέρηται ἀπολογίας. Τί γὰρ ἐροῦμεν, ὅταν λέγῃ, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε; ποίαν ἕξομεν ἀπολογίαν; τὴν πενίαν προβαλούμεθα πάντως; Ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἥτις δύο ὀβολοὺς βαλοῦσα, πάντας ὑπερηκόντισεν. Οὐ γὰρ ποσότητα εἰσφορᾶς ἀπαιτεῖ ὁ Θεὸς, ἀλλὰ μέτρα γνώμης· καὶ τοῦτο δὲ τῆς αὐτοῦ κηδεμονίας. Θαυμάσαντες τοίνυν αὐτοῦ τὴν φιλανθρωπίαν, τὰ δυνατὰ συνεισενέγκωμεν· ἵνα καὶ κατὰ τὸν παρόντα βίον καὶ κατὰ τὸν μέλλοντα πολλῆς τυχόντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, δυνηθῶμεν ἀπολαῦσαι τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.403 ΟΜΙΛΙΑ ΟΕʹ. Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσα τε· καὶ ἐγὼ
ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.
αʹ. Ἔργων ἡμῖν δεῖ καὶ πράξεων πανταχοῦ, οὐ τῆς διὰ ῥημάτων ἐπιδείξεως.
Εἰπεῖν γὰρ καὶ ὑποσχέσθαι παντί που ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔκολον. Τί δήποτε δὲ ταῦτα εἶπον; Ὅτι πολλοὶ νῦν εἰσι λέγοντες φοβεῖσθαι τὸν Θεὸν καὶ ἀγαπᾷν, τοῖς δὲ ἔργοις τὰ ἐναντία ἐπιδείκνυνται· ὁ δὲ Θεὸς τὴν διὰ τῶν ἔργων ἀγάπην ἐπιζητεῖ. ∆ιὰ τοῦτο καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὃ ἐὰν αἰτήσητε, ἐγὼ ποιήσω, ἵνα μὴ