306
νομίσωσιν ἁπλῶς τὴν αἴτησιν ἰσχύειν, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με· τότε, φησὶ, ποιήσω. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἀκούοντας, ὅτι Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, θορυβεῖσθαι, φησίν· Οὐ τοῦτό ἐστι τὸ ἀγαπᾷν τὸ θορυβεῖσθαι νῦν, ἀλλὰ τὸ πείθεσθαι τοῖς λεγομένοις. Ἔδωκα ὑμῖν ἐντολὴν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἵνα οὕτω ποιῆτε ἀλλήλοις, καθὼς καὶ ἐγὼ ὑμῖν ἐποίησα. Τοῦτό ἐστιν ἀγάπη, τὸ πείθεσθαι τούτοις, καὶ εἴκειν τῷ ποθουμένῳ. Καὶ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. Συγκαταβάσεως πάλιν ὁ λόγος. Ἐπειδὴ γὰρ οὐδέπω αὐτὸν ἐγνωκότας εἰκὸς ἦν σφόδρα ἐπιζητεῖν τὴν συνουσίαν ἐκείνην, τὰ ῥήματα, τὴν κατὰ σάρκα αὐτοῦ παρουσίαν, καὶ μηδεμίαν δέχεσθαι παραμυθίαν ἀπόντος· τί φησιν; Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· τουτέστιν, Ἄλλον ὡς ἐμέ. Αἰσχυνθήτωσαν καὶ οἱ τὰ Σαβελλίου νοσοῦντες, καὶ οἱ περὶ τοῦ Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντες. Καὶ γὰρ τὸ θαῦμα τοῦ λόγου τοῦτό ἐστιν, ὅτι τὰς ἐκ διαμέτρου ἑστώσας αἱρέσεις μιᾶ πληγῇ κατήνεγκε. Τῷ μὲν γὰρ εἰπεῖν, Ἄλλον, δείκνυσιν αὐτοῦ τῆς ὑποστάσεως τὴν διαφοράν· τῷ δὲ εἰπεῖν, Παράκλητον, τῆς οὐσίας τὴν συγγένειαν. ∆ιατί δέ φησιν, Ἐρωτήσω τὸν Πατέρα; Ὅτι εἰ εἶπεν, Ἐγὼ πέμψω, οὐκ ἂν ὁμοίως ἐπίστευσαν· νῦν δὲ τὸ σπουδαζόμενον τοῦτό ἐστιν, ὥστε πιστευθῆναι αὐτόν. Ὕστερον γὰρ αὐτός φησιν αὐτὸν πέμπειν, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἐνταῦθα δέ 59.404 φησιν ἐρωτᾷν τὸν Πατέρα, ὥστε ἀξιόπιστον ποιῆσαι αὐτοῖς τὸν λόγον. Ἐπειδὴ ὁ Ἰωάννης φησὶ περὶ αὐτοῦ, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὃ δὲ εἶχε, πῶς παρ' ἑτέρου λαμβάνει; Καὶ πάλιν· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τῶν ἀποστόλων πλεῖον εἶχεν, εἰ τὸν Πατέρα ἀξιοῦν ἔμελλεν ὥστε διδόναι ἑτέροις, ὁπότε ἐκεῖνοι πολλάκις καὶ χωρὶς εὐχῆς φαίνονται τοῦτο ποιοῦντες; πῶς δὲ, εἰ κατὰ ἀξίωσιν παρὰ τοῦ Πατρὸς πέμπεται, αὐτὸ ἀφ' ἑαυτοῦ ἐφίπταται; πῶς δὲ παρ' ἑτέρου πέμπεται τὸ πανταχοῦ παρὸν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ λέγον μετὰ αὐθεντίας· Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν; Καίτοι τῷ Θεῷ ἐλειτούργουν οἱ λειτουργοῦντες, ἀλλ' ὅμως μετὰ αὐθεντίας εἰς τὸ ἴδιον ἔργον ἐκάλεσεν· οὐχ ὅτι ἐπ' ἄλλο ἔργον ἐκάλει, ἀλλ' ἵνα τὴν ἐξουσίαν δείξῃ. Τί οὖν, φησὶν, ἐστὶν, Ἐρωτήσω τὸν Πατέρα; ∆εικνὺς τῆς παρουσίας τὸν καιρόν. Ὅτε γὰρ αὐτοὺς ἐκάθαρε διὰ τῆς θυσίας, τότε ἐπέπτη τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τί δήποτε ὄντος μετ' αὐτῶν οὐκ ἐπήρχετο; Ὅτι οὐδέπω ἦν ἡ θυσία ἀνηνεγμένη. Ἐπειδὴ δὲ λοιπὸν καὶ ἡ ἁμαρτία ἐλύθη, καὶ αὐτοὶ πρὸς κινδύνους ἐπέμποντο, καὶ πρὸς τοὺς ἀγῶνας ἀπεδύοντο, ἔδει τὸν ἀλείφοντα ἐλθεῖν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως μετὰ τὴν ἀνάστασιν τὸ Πνεῦμα ἔρχεται; Ἵνα ἐν πολλῇ αὐτοῦ καταστάντες ἐπιθυμίᾳ, μετὰ πολλῆς αὐτὸ δέξωνται χάριτος. Ἕως μὲν γὰρ ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οὐκ ἦσαν ἐν θλίψει· ἐπειδὴ δὲ ἀπῆλθε, γυμνωθέντες καὶ ἐν φόβῳ πολλῷ καταστάντες, μετὰ πολλῆς ἔμελλον αὐτὸ τῆς προθυμίας δέχεσθαι. Μεθ' ὑμῶν μένει. Τοῦτο δηλοῖ, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται. Ἵνα δὲ μὴ Παράκλητον ἀκούσαντες, πάλιν ἐνσάρκωσιν ἑτέραν ὑποπτεύσωσι, καὶ ὀφθαλμοῖς προσδοκήσωσιν αὐτὸ θεωρεῖν, διορθούμενός φησιν· Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Οὐ γὰρ οὕτως ὑμῖν συνέσται ὥσπερ ἐγώ· ἀλλ' ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς· τοῦτο γάρ ἐστι τὸ, Ἐν ὑμῖν ἔσται. Πνεῦμα δὲ ἀληθείας αὐτὸ καλεῖ, διὰ τούτου τοὺς τύπους τοὺς ἐν τῇ Παλαιᾷ δηλῶν. Ἵνα μεθ' ὑμῶν ᾖ. 59.405 Τί ἐστι, Μεθ' ὑμῶν ᾖ; Ὅ φησιν αὐτὸς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Ἄλλως δὲ, καὶ, ἕτερόν τι αἰνίττεται, ὅτι Οὐ πείσεται ταῦτα ἅπερ ἐγὼ, οὔτε ἀποφοιτήσει. Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Τί γὰρ, εἰπέ μοι, τῶν ἄλλων θεωρητόν; Οὐδέν. Ἀλλ' ἐνταῦθα τὴν γνῶσίν φησιν. Ἐπήγαγε γοῦν· Οὐδὲ γινώσκει αὐτό· οἶδε γὰρ καὶ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτης ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηρούς φησι,