308
Ἐὰν μή τις λάβῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· μέλλει δὲ καὶ ἕτερα πλείονα λέγειν, ὀνειδίζων αὐτούς φησιν· Νομίζετε ὑμεῖς ἐξ ἀγάπης πάσχειν τὸ λυπεῖσθαι; Τὸ μὴ λυπεῖσθαι μὲν οὖν ἀγάπης ἦν. Ὅτι δὲ τοῦτο δι' ὅλου κατασκευάσαι βούλεται, εἰς αὐτὸ προϊὼν τὸν λόγον ἀνεκεφαλαίωσεν. Εἰ γὰρ ἠγαπᾶτέ με, φησὶν, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι. Νῦν γὰρ ὑπὸ δειλίας τοῦτο πάσχετε. Τὸ δὲ οὕτω διακεῖσθαι πρὸς θάνατον, οὐκ ἔστι τῶν ἐμῶν ἐντολῶν μεμνημένους ποιεῖν· ἐχρῆν γὰρ ὑμᾶς σταυροῦσθαι, εἴ γε ὄντως ἠγαπᾶτέ με. Καὶ γὰρ ὁ ἐμὸς λόγος παραινεῖ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. Τοὺς τοιούτους καὶ ὁ Πατὴρ ἀγαπᾷ, καὶ ἐγώ. Καὶ ἐμφανίσω αὐτοῖς ἐμαυτόν. Εἶτα ὁ Ἰούδας, Καὶ τί, φησὶν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν; γʹ. Ὁρᾷς ἀπὸ δειλίας πεπιλημένην αὐτῶν τὴν ψυχήν, Συνεχύθη γὰρ καὶ ἐταράχθη, καὶ ἐνόμισεν, ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Ἵν' οὖν μὴ τοῦτο ὑποπτεύσωσιν, ἄκουσον τί φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· μονονουχὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγώ. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, ὅτι Μονὴν παρ' αὐτῷ ποιήσομεν, ἀνεῖλε τὴν ὑποψίαν· ὅπερ ὀνειράτων οὐκ ἔστι. Σὺ δέ μοι θέα τὸν μαθητὴν καὶ θορυβούμενον καὶ οὐ τολμῶντα σαφῶς εἰπεῖν, ὅπερ εἰπεῖν ἐπεθύμει. Οὐ γὰρ εἶπεν· Οὐαὶ ἡμῖν, ὅτι ἀποθνήσκεις, καὶ ὡς οἱ τετελευτηκότες 59.407 μέλλεις ἡμῖν ἐφίστασθαι· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Τί ἔστιν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Λέγει οὖν, ὅτι Ὑμᾶς ἀποδέχομαι, ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι, διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως, ὡς εἶπον, νομίσωσιν αὐτοῖς φαίνεσθαι, λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς μου τηρεῖν, λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν, μᾶλλον δὲ οὐδὲ νοοῦσιν αὐτήν· τί ἂν ἔπαθον, εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; ∆ιὰ τοῦτο καὶ συνεσθίει, ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες τοῦτο ἐνόμισαν, καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης, καὶ οὐ πρὸ πολλοῦ διαστάντος, τί ἂν ὑπώπτευσαν, εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; ∆ιὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει, ὅτι φανεῖται, καὶ διατί φανεῖται καὶ πῶς, ἵνα μὴ φάντασμα νομίσωσιν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Καὶ ὁ λόγος, ὃν ἠκούσατε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με. Ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ' οὐδὲ τὸν Πατέρα ἀγαπᾷ ὁ μὴ τούτων ἀκούων τῶν λόγων. Εἰ γὰρ τοῦτο τεκμήριον ἀγάπης, τὸ ἀκούειν τῶν ἐντολῶν, αὗται δὲ τοῦ Πατρός εἰσιν, ὁ ἀκούων, οὐχὶ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα ἠγάπησε. Πῶς δὲ σὸς, καὶ οὐ σός; Τουτέστιν, ὅτι Οὐδὲν ἔξω τοῦ Πατρὸς φθέγγομαι, οὐδὲ ἴδιόν τι ἄλλο παρὰ τὸ δοκοῦν αὐτῷ. Ταῦτα ἐλάλησα ὑμῖν, παρ' ὑμῖν μένων. Ἐπειδὴ ταῦτα ἀσαφῆ ἦν, καὶ τὰ μὲν οὐδὲ συνίεσαν, τὰ δὲ πλείονα καὶ ἀμφέβαλλον, ἵνα μὴ θορυβῶνται πάλιν, μηδὲ λέγωσι, Ποίας ἐντολάς; ἀπήλλαξεν αὐτοὺς τῆς ἀγωνίας ἁπάσης, εἰπών· Ὁ δὲ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει. Τάχα ἀσαφῆ τὰ εἰρημένα νῦν ὑμῖν· ἀλλ' ἐστὶ τούτων σαφὴς διδάσκαλος ἐκεῖνος. Τὸ δὲ, Παρ' ὑμῖν μένει, αἰνιττομένου ἐστὶν, ὅτι αὐτὸς ἄπεισιν. Εἶτα ἵνα μὴ λυπῶνται, φησὶν, ὅτι ἕως ἂν παρ' αὐτοῖς μένῃ, καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα οὐδὲ ὑψηλὸν δυνήσονται συνιδεῖν. Ταῦτα δὲ λέγει παρασκευάζων αὐτοὺς γενναίως ἐνεγκεῖν αὐτοῦ τὴν ἀναχώρησιν, ὡς μεγάλων αἰτίαν ἐσομένην αὐτοῖς ἀγαθῶν. Συνεχῶς δὲ Παράκλητον καλεῖ, διὰ τὰς συνεχούσας αὐτοὺς τότε θλίψεις. Ἐπεὶ οὖν καὶ ταῦτα ἀκούοντες ἐταράττοντο ἐννοοῦντες τὰς ἐπαχθείας, τοὺς πολέμους, τὴν ἀναχώρησιν τὴν αὐτοῦ, ὅρα πῶς αὐτοὺς καταστέλλει πάλιν λέγων· Εἰρήνην ἀφίημι ὑμῖν· μονονουχὶ λέγων, Τί βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρὸς μέ; Οὐ γὰρ τοιαύτη αὕτη ἡ εἰρήνη. Ἡ μὲν