311
ἐγκόψωμεν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλ' ὑποτάξωμεν αὐτὸ τῇ ψυχῇ· ἵνα εὐήνιον ἔχοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.409 ΟΜΙΛΙΑ Οʹ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ
ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. αʹ. ∆ειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμαθία ποιεῖ· ὡσπεροῦν μεγάλην καὶ
ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις· οὐδεμιᾶς γὰρ ἀπολαύουσα ἐπιμελείας, δειλή τίς ἐστιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖον ποτὲ μὲν τολμητὴν, νῦν δὲ δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν, ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γινομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι, τῇ προαιρέσει τὸ πᾶν ἀνατιθείς. Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς· ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα· ἀλλ' ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν, οὕτως ἐπαῤῥησιάζετο· ἀλλ' οὐ πρὸ τοῦ σταυροῦ. ∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐγείρεσθε, ἄγω 59.410 μεν ἐντεῦθεν. Τίνος ἕνεκεν, εἰπέ μοι; οὐκ ᾔδει τὴν ὥραν καθ' ἣν ἔμελλεν ἐπιστήσεσθαι ὁ Ἰούδας; ἀλλ' ἐδεδοίκει μὴ ἐκεῖ ἐλθὼν κατάσχῃ αὐτοὺς, καὶ πρὶν ἢ πληρῶσαι τὴν ἀρίστην διδασκαλίαν, ἐπιστῶσιν οἱ ἐπιβουλεύοντες; Ἄπαγε· πόῤῥω ταῦτα αὐτοῦ τῆς ἀξίας. Εἰ τοίνυν μὴ ἐδεδοίκει, τί δήποτε ἀπανίστησιν αὐτοὺς, καὶ μετὰ τὸ πληρῶσαι, τότε εἰς τὸν κῆπον ἄγει τὸν τῷ Ἰούδᾳ γνώριμον; Εἰ δὲ καὶ παρεγένετο ὁ Ἰούδας, οὐκ ἠδύνατο αὐτῶν πηρῶσαι τὰς ὄψεις, ὃ καὶ μὴ παρόντος ἐποίησε; τίνος οὖν ἕνεκεν ἀφίσταται; Μικρὸν ἀναπνεῦσαι δίδωσι τοῖς μαθηταῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι, ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου. Καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ ἦν μηδὲ προσχεῖν τοῖς λεγομένοις, ἀλλ' ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους· καὶ μάλιστα ὁπότε καὶ ὁ λόγος ὁ τοῦ ∆ιδασκάλου προσδοκᾷν ἐποίει τὰ δεινά. Ἔτι γὰρ μικρὸν, φησὶν, καὶ οὐκ εἰμὶ μεθ' ὑμῶν, καὶ Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων. Ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοι 59.411 αῦτα ἀκούοντες ἐθορυβοῦντο, ὡς αὐτίκα μάλα ἁλωσόμενοι, ἄγει εἰς τόπον αὐτοὺς ἕτερον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. ∆ιὰ τοῦτό φησιν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Εἶτα ἐπαγαγών φησιν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τί βούλεται διὰ τῆς παραβολῆς αἰνίττεσθαι; Ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα σημεῖα ἀπὸ τῆς τοῦ Χριστοῦ γίνεται δυνάμεως. Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ' ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ, ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι' οὐδὲν παρείληπται ἐνταῦθα, ἀλλ' ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατήρ. Ἐνταῦθα τὸν βίον αἰνίττεται, δεικνὺς, ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναι ἐν αὐτῷ. Καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, τουτέστι, Πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ. Καίτοι ἡ ῥίζα δεῖται ἐπιμελείας πρὸ τῶν κλημάτων, περισκαπτομένη, γυμνουμένη· ἀλλ' οὐδὲν ἐνταῦθα περὶ ταύτης φησὶν, ἀλλὰ τὸ πᾶν περὶ κλημάτων· δεικνὺς, ὅτι αὐτὸς μὲν ἑαυτῷ ἀρκεῖ, οἱ δὲ μαθηταὶ δέονται πολλῆς παρὰ τοῦ γεωργοῦ βοηθείας, κἂν σφόδρα ἐνάρετοι ὦσι. ∆ιὰ τοῦτό φησι, Τὸ καρπὸν φέρον καθαίρει αὐτό. Τὸ μὲν γὰρ,