312
ἐπειδὴ ἄκαρπόν ἐστιν, οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ, ἐπειδὴ καρπὸν φέρει, γονιμώτερον αὐτὸ ἐργάζεται. Τοῦτο δὲ καὶ πρὸς τὰς θλίψεις αὐτῶν εἰρῆσθαι τὰς τότε ἐπαγομένας εἴποι τις ἄν. Τὸ γὰρ, Καθαίρει αὐτὸ, περικόπτει, ἐστὶν, ὅπερ γονιμώτερον ποιεῖ τὸ κλῆμα. Ὅθεν δείκνυται ὅτι οἱ πειρασμοὶ μᾶλλον αὐτοὺς ἰσχυροτέρους ἐργάζονται. Εἶτα ἵνα μὴ λέγωσι, Περὶ τίνων ταῦτα λέγει; καὶ πάλιν εἰς φροντίδα αὐτοὺς ἐμβάλῃ, φησί· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ὁρᾷς πῶς ἑαυτὸν εἰσάγει ἐπιμελούμενον τῶν κλημάτων; Ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησί. Καίτοι γε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα· ἀλλ' οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. ∆εῖ δὲ ὑπάρξαι λοιπὸν τὰ παρ' ὑμῶν. Εἶτα ἵνα δείξῃ, ὅτι οὐχὶ τῆς αὐτῶν δεόμενος διακονίας τοῦτο ἐποίησεν, ἀλλ' ἵνα προκόπτωσιν, ἐπάγει· Ὥσπερ τὸ κλῆμα οὐ δύναται ἀφ' ἑαυτοῦ φέρειν καρπὸν, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας. Ἡ μὲν γὰρ ῥίζα μένει· τὸ δὲ αἴρεσθαι καὶ ἀφίεσθαι, τῶν κλημάτων ἐστίν. Εἶτα ἑκατέρωθεν παρορμήσας, καὶ ἀπὸ τῶν χρηστῶν καὶ ἀπὸ τῶν λυπηρῶν, τὰ παρ' ἡμῶν ἀπαιτεῖ πρῶτα. Ὁ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ. Ὁρᾷς καὶ τὸν Υἱὸν οὐκ ἔλαττον συντελοῦντα τοῦ Πατρὸς πρὸς τὴν τῶν μαθητῶν ἐπιμέλειαν; Ὁ μὲν γὰρ Πατὴρ καθαίρει, αὐτὸς δὲ ἐν ἑαυτῷ κατέχει. Τὸ δὲ ἐν τῇ ῥίζῃ μένειν, τοῦτο ποιεῖ καρποφορεῖν τὰ κλήματα. Τὸ μὲν γὰρ μὴ καθαιρόμενον, μένον δὲ ἐν τῇ ῥίζῃ, φέρει καρπὸν, εἰ καὶ μὴ ὅσον προσῆκε· τὸ δὲ μὴ μένον, οὐδ' ὅλως. Ἀλλ' ὅμως καὶ τὸ καθαίρειν τοῦ Υἱοῦ ἐδείχθη ὂν, καὶ τὸ μένειν ἐν τῇ ῥίζῃ, τοῦ Πατρὸς τοῦ καὶ τὴν ῥίζαν γεγεννηκότος. βʹ. Εἶδες πῶς κοινὰ πάντα, καὶ τὸ καθᾶραι, καὶ τὸ τῆς δυνάμεως τῆς ἀπὸ τῆς ῥίζης ἀπολαύειν; Μεγάλη μὲν οὖν ζημία καὶ τὸ μηδὲν δύνασθαι ποιεῖν· πλὴν οὐ μέ 59.412 χρι τούτου ἵστησι τὴν κόλασιν, ἀλλὰ περαιτέρω προάγει τὸν λόγον. Ἐβλήθη γὰρ, φησὶν, ἔξω, οὐκ ἔτι τῆς γεωργικῆς ἀπολαῦον χειρός· Καὶ ξηραίνεται· τουτέστιν, Εἴ τι εἶχε τῆς ῥίζης, ἀποτίθεται· εἴ τινα χάριν, γυμνοῦται ταύτης, καὶ ἐρημοῦται τῆς ἐκεῖθεν βοηθείας καὶ ζωῆς. Καὶ τί τὸ τέλος; Εἰς τὸ πῦρ βάλλεται. Ἀλλ' οὐ τοιοῦτος ὁ μένων παρ' αὐτῷ. Εἶτα δείκνυσι τί ἐστι τὸ μεῖναι, καί φησιν· Ἐὰν τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ. Ὁρᾷς, ὅτι καὶ πρὸ τούτου εἰκότως ἔλεγον, ὅτι τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ζητεῖ; Εἰπὼν γὰρ, ὅτι Ὃ ἐὰν αἰτήσητε ποιήσω, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐνταῦθα, Ἐὰν μένητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θελήσητε, αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οἱ μὲν ἐπιβουλεύοντες αὐτῷ, κατακαήσονται, αὐτοὶ δὲ καρπὸν οἴσουσι. Τὸν φόβον τοίνυν τὸν ἐξ αὐτῶν εἰς ἐκείνους μεταθεὶς, καὶ δείξας ὅτι αὐτοὶ ἀκαταγώνιστοι ἔσονται, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα ὑμεῖς μοι γένησθε μαθηταὶ, καὶ καρπὸν πολὺν φέρητε. Ἐντεῦθεν τὸν λόγον ἀξιόπιστον ποιεῖ. Εἰ γὰρ εἰς δόξαν τοῦ Πατρὸς ἀνήκει τὸ καρποφορεῖν, οὐκ ἀμελήσει τῆς δόξης τῆς ἑαυτοῦ. Καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Ὁρᾷς πῶς ὁ τὸν καρπὸν φέρων, ἐκεῖνός ἐστι μαθητής; Τί δέ ἐστιν, Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ; Τουτέστι, χαίρει ὅταν ἐν ἐμοὶ μένητε, ὅταν καρπὸν φέρητε. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Ἐνταῦθα λοιπὸν ἀνθρωπινώτερον διαλέγεται· τὸ γὰρ, ὡς πρὸς ἀνθρώπους εἰρημένον, τὴν οἰκείαν ἔχει ἰσχύν. Ὁ γὰρ καὶ ἀποθανεῖν ἑλόμενος, καὶ δούλους ὄντας καὶ ἐχθροὺς καὶ πολεμίους τοσαύτης καταξιώσας τιμῆς, καὶ εἰς οὐρανοὺς ἀναγαγὼν, πόσον ἐπεδείξατο μέτρον ἀγάπης; Εἰ τοίνυν ἀγαπῶ ὑμᾶς, θαῤῥεῖτε· εἰ τοῦ Πατρός ἐστι δόξα τὸ καρποφορεῖν, μηδὲν ὑποπτεύετε πονηρόν. Εἶτα ἵνα μὴ ὑπτίους ἐργάσηται, ὅρα πῶς ἐπισφίγγει πάλιν. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· τούτου γὰρ ὑμεῖς κύριοι. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὰς ἐντολάς μου τηρῆτε, φησὶ, καθὼς ἐγὼ τοῦ Πατρὸς τὰς ἐντολὰς τετήρηκα. Πάλιν ἀνθρωπίνως ὁ λόγος πρόεισιν. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ ἐντολὰς ἔμελλε κείσεσθαι. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω,