313
τοῦτο καὶ ἐνταῦθα δείκνυται διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν; Πρὸς γὰρ τὴν ὑπόνοιαν αὐτῶν τὰ πολλὰ λέγει, καὶ διὰ πάντων δείκνυσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους, καὶ ὅτι πᾶν ὅπερ ἔχουσιν, ἀπὸ τοῦ Υἱοῦ ἔχουσιν, καὶ ὅτι, βίον ἂν ἐπιδείξωνται καθαρὸν, οὐδεὶς αὐτῶν περιέσται ποτέ. Σκόπει δὲ αὐτὸν αὐθεντικώτερον αὐτοῖς διαλεγόμενον. Οὐ γὰρ εἶπε, Μείνατε ἐν τῇ ἀγάπῃ τοῦ Πατρὸς, ἀλλ', Ἐν τῇ ἐμῇ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτε πᾶσιν ἡμᾶς ἐξεπολέμωσας, τότε ἡμᾶς ἀφίης καὶ ἀναχωρεῖς· δείκνυσιν ὅτι οὐκ ἀφίησιν, ἀλλ' οὕτως αὐτοῖς κεκόλληται, ἐὰν θέλωσιν, ὡς τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ. Καὶ πάλιν ἵνα μὴ θαῤῥήσαντες, ὕπτιοι γένωνται, οὐ φησὶν ἀκίνητον εἶναι τὸ καλὸν, ἐὰν ῥᾳθυμῶσιν. Εἶτα ἵνα μὴ εἰς ἑαυτὸν περιστήσῃ τὸ πρᾶγμα, καὶ πεσεῖν παρασκευάσῃ μᾶλλον, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ. Πανταχοῦ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν τοῦ Πατρὸς δείκνυσιν ἀγάπην πρὸς αὐτούς. Οὐκ ἄρα τὰ Ἰουδαίων δόξα, ἀλλὰ ταῦτα, ἃ ἔμελλον λαμβάνειν. Εἶτα ἵνα μὴ λέγωσιν, Ἐξεπέσομεν τῶν πατρῴων, ἐγκατελείφθημεν, γυμνοὶ καὶ ἔρημοι πάντων ἐγενόμεθα· Εἰς ἐμὲ, φησὶ, βλέπετε· ἠγάπημαι παρὰ τοῦ Πατρὸς, ἀλλ' ὅμως πάσχω ταῦτα τὰ προκεί 59.413 μενα. Οὐ τοίνυν οὐδὲ ὑμᾶς διὰ τὸ μὴ ἀγαπᾷν ἐγκαταλιμπάνω νῦν. Εἰ γὰρ ἐγὼ ἀναιροῦμαι, καὶ οὐ ποιοῦμαι τοῦτο τεκμήριον τοῦ μὴ ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς θορυβεῖσθαι χρή. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μένητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον. γʹ. Ἐπεὶ οὖν μέγα καὶ ἀκαταγώνιστον ἡ ἀγάπη, καὶ οὐκ ἔστι ῥῆμα ψιλὸν, ἐπιδειξώμεθα διὰ τῶν ἔργων αὐτήν. Αὐτὸς ἐχθροὺς ὄντας κατήλλαξεν, ἡμεῖς φίλοι γενόμενοι μείνωμεν· αὐτὸς ἤρξατο, ἡμεῖς κἂν ἀκολουθήσωμεν· αὐτὸς οὐκ εἰς οἰκεῖον κέρδος ἀγαπᾷ (ἀνενδεὴς γάρ ἐστιν), ἡμεῖς κἂν εἰς τὸ συμφέρον ἡμῖν· αὐτὸς ἐχθροὺς ὄντας ἐφίλησεν, ἡμεῖς κἂν φίλον ὄντα ἀγαπήσωμεν· ὡς νῦν γε τὰ ἐναντία ποιοῦμεν. Καθ' ἑκάστην γὰρ ἡμέραν βλασφημεῖται δι' ἡμᾶς ὁ Θεὸς, διὰ τὰς ἁρπαγὰς, διὰ τὰς πλεονεξίας. Καὶ τάχα τις ὑμῶν ἴσως ἐρεῖ· Καθ' ἑκάστην ἡμέραν περὶ πλεονεξίας διαλέγῃ. Εἴθε καὶ καθ' ἑκάστην νύκτα ἐνῆν τοῦτο εἰπεῖν! εἴθε καὶ ἐν ἀγορᾷ παρακολουθοῦντα, καὶ ἐπὶ τῆς τραπέζης! εἴθε καὶ γυναῖκας, καὶ φίλους, καὶ παῖδας, καὶ οἰκέτας, καὶ γεωργοὺς, καὶ γείτονας, καὶ αὐτὸ τὸ ἔδαφος, καὶ τοὺς τοίχους ἦν δυνατὸν ταύτην ἀεὶ ῥηγνύναι τὴν φωνὴν, ἵνα κἂν μικρὸν οὕτως ἐνεδώκαμεν! Τὴν γὰρ οἰκουμένην κατέλαβεν ἅπασαν τουτὶ τὸ νόσημα, καὶ τὰς πάντων κατέχει ψυχὰς, καὶ πολλὴ τοῦ μαμωνᾶ ἡ τυραννίς. Ὑπὸ Χριστοῦ ἐλυτρώθημεν, καὶ τῷ χρυσίῳ δουλεύομεν. Ἑτέρου τὴν δεσποτείαν ἀνακηρύττομεν, καὶ ἑτέρῳ πειθόμεθα· καὶ ὅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούομεν, καὶ γένος, καὶ φιλίαν, καὶ φύσιν, καὶ νόμους, καὶ πάντα ἠγνοήσαμεν δι' ἐκεῖνον. Οὐδεὶς ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδεὶς ἐννοεῖ τὰ μέλλοντα. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐδὲ τῶν λόγων τούτων ἔσται κέρδος. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Ποθεινὸν τὸ χρυσίον, καὶ πολλὴν παρέχει τὴν τρυφὴν ἡμῖν, καὶ τιμίους εἶναι ποιεῖ· ἀλλ' οὐχ οὕτως, ὡς ὁ οὐρανός. Τὸν γὰρ πλουτοῦντα καὶ ἀποστρέφονται πολλοὶ καὶ μισοῦσι· τὸν δὲ ἐν ἀρετῇ ζῶντα αἰδοῦνται καὶ τιμῶσιν. Ἀλλὰ καταγελᾶται ὁ πένης, κἂν ἐνάρετος ᾖ, φησίν. Ἀλλ' οὐ παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ παρὰ τοῖς ἀλόγοις· διόπερ οὐδὲ ἐπιστρέφεσθαι χρή. Οὐδὲ γὰρ, εἰ κατεμυκῶντο μὲν ὄνοι, καὶ κατέκραγον κολοιοὶ, οἱ δὲ σοφοὶ πάντες ἐπῄνουν ἀφέντες τοῦτο τὸ θέατρον, πρὸς τὰς τῶν ἀλόγων κραυγὰς εἴδομεν ἄν. Καὶ γὰρ ὅμοιοι κολοιῶν, καὶ ὄνων χείρους 59.414 οἱ τὰ παρόντα θαυμάζοντες. Εἶτα ἂν μὲν βασιλεὺς ἐπίγειος θαυμάζῃ, οὐδένα τῶν πολλῶν ποιῇ λόγον, κἂν πάντες καταγελῶσιν· ἂν δὲ ὁ τῶν ὅλων ∆εσπότης σε ἐπαινῇ, κανθάρων καὶ κωνώπων εὐφημίας ἐπιζητεῖς; Τοῦτο γὰρ οὗτοι πρὸς τὸν Θεὸν, μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλ' εἴ τι τούτων εὐτελέστερον. Μέχρι τίνος ἐν βορβόρῳ στρεφόμεθα; μέχρι τίνος βλᾶκας καὶ γαστριμάργους καθίζομεν ἡμῖν θεατάς; Ἐκεῖνοι τοὺς κυβεύοντας δύνανται δοκιμάζειν καλῶς, τοὺς μεθύοντας,