314
τοὺς τῇ γαστρὶ ζῶντας· ἀρετῆς δὲ καὶ κακίας οὐδὲ ὄναρ φαντάζεσθαι δύνανται. Εἶτα ἐὰν μέν τίς σε σκώπτῃ, ὅτι τοὺς ὀχετοὺς τῶν ἀμαρῶν οὐκ ἐπίστασαι ἕλκειν, οὐδὲν ἡγήσῃ δεινὸν, ἀλλὰ καὶ καταγελάσῃ τοῦ τὴν ἀπειρίαν ταύτην προβαλλομένου· ἀρετὴν δὲ ἀσκεῖν βουλόμενος, τοὺς οὐδὲν ταύτης εἰδότας, δοκιμαστὰς τούτων καθίζεις; ∆ιὰ τοῦτο οὐδέποτε φθάνομεν εἰς τὴν τέχνην ἐκείνην. Οὐ γὰρ τοῖς ἐμπείροις, ἀλλὰ τοῖς ἀμαθέσιν ἐπιτρέπομεν τὰ ἡμέτερα. Ἐκεῖνοι δὲ οὐ κατὰ τὸν τῆς τέχνης λόγον, ἀλλὰ κατὰ τὴν οἰκείαν ἀμαθίαν δοκιμάζουσι. ∆ιόπερ, παρακαλῶ, καταφρονῶμεν τῶν πολλῶν· μᾶλλον δὲ μηδὲ ἐπαίνων ἐπιθυμῶμεν, μὴ χρημάτων, μὴ πλούτου, μηδὲ κακόν τι νομίζωμεν πενίαν. Καὶ γὰρ φρονήσεως καὶ καρτερίας, καὶ πάσης φιλοσοφίας διδάσκαλος ἡμῖν ἡ πενία. Ἐπεὶ καὶ ὁ Λάζαρος πενίᾳ συνέζη, καὶ ἐστεφανοῦτο· καὶ ὁ Ἰακὼβ ἄρτου μόνου ἐπιτυχεῖν ἐπεθύμει· καὶ ὁ Ἰωσὴφ ἐν ἐσχάτῃ πενίᾳ ἐγεγόνει, καὶ οὐχὶ δοῦλος μόνον ἦν, ἀλλὰ καὶ δεσμώτης, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Καὶ οὐχ οὕτως ἐπαινοῦμεν, ὅτε τὸν σῖτον διένεμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐχ ὅτε τὸ διάδημα περιέκειτο, ἀλλ' ὅτε τὴν ἅλυσιν· οὐχ ὅτε ἐπὶ τοῦ θρόνου ἐκαθέζετο, ἀλλ' ὅτε ἐπεβουλεύετο, καὶ ἐπωλεῖτο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τοὺς ἀπὸ τῶν ἀγώνων τούτων πλεκομένους στεφάνους, μὴ πλοῦτον, καὶ τιμὴν, καὶ τρυφὰς, καὶ δυναστείαν· ἀλλὰ πενίαν, καὶ ἅλυσιν, καὶ δεσμὰ, καὶ καρτερίαν τὴν ὑπὲρ ἀρετῆς θαυμάζωμεν. Τὸ μὲν γὰρ τέλος ἐκείνων, θορύβων γέμει καὶ ταραχῆς, καὶ τῷ παρόντι συγκεκλήρωται βίῳ· ὁ δὲ τούτων καρπὸς, οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.413 ΟΜΙΛΙΑ ΟΖʹ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ,
καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.
αʹ. Πάντα τὰ ἀγαθὰ τότε ἔχει τὸν μισθὸν, ὅταν εἰς τέλος ἔλθῃ τὸ προσῆκον·
ἐὰν δὲ ἐκκοπῇ μεταξὺ, ναυάγιον γίνεται. Καὶ καθάπερ τὸ πλοῖον τὸ μυριαγωγὸν, ἐὰν μὴ φθάσῃ καταντῆσαι πρὸς τοὺς λιμένας, ἀλλ' ἐν μέσῳ βαπτισθῇ τῷ πελάγει, οὐδὲν ἀπώνατο τοῦ πολλοῦ πλοῦ, ἀλλὰ καὶ μείζονα εἰργάσατο τὴν συμφορὰν, ὅσῳ καὶ πλείους ὑπέμεινε πόνους· οὕτω καὶ αἱ πρὸς τὸ τέλος τῶν πόνων ἀναπεσοῦσαι ψυχαὶ καὶ ἐν μέσοις ἐκλυόμεναι τοῖς ἀγῶσι. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος δόξαν καὶ τιμὴν καὶ εἰρήνην ἔλεγε συναντήσεσθαι τοῖς καθ' ὑπομονὴν ἔργων ἀγαθῶν τρέχουσιν· 59.414 ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ὁ Χριστὸς κατασκευάζει νῦν. Ἐπειδὴ γὰρ ἀπεδέξατο αὐτοὺς, καὶ ἔχαιρον ἐπ' αὐτῷ· εἶτα τὸ πάθος παρεμπεσὸν, καὶ τὰ σκυθρωπὰ ῥήματα διακόπτειν ἔμελλε τὴν ἡδονὴν, μετὰ τὸ διαλεχθῆναι ἱκανὰ καὶ παραμυθήσασθαι αὐτοὺς, φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ· τουτέστιν, Ἵνα μὴ ἀποσχισθῆτέ μου, ἵνα μὴ διακόψητε τὸν δρόμον. Ἐχαίρετε ἐν ἐμοὶ, καὶ σφόδρα ἐχαίρετε, ἀλλ' ἐνέπεσεν ἀθυμία. Ταύτην οὖν ἐξαιρῶ, ἵνα πρὸς τὸ τέλος ἔλθῃ ἡ χαρά· δεικνὺς, ὅτι οὐ λύπης ἄξια τὰ παρόντα, ἀλλ' ἡδονῆς. Εἶδον ὑμᾶς σκανδαλισθέντας· οὐ κατεφρόνησα, οὐκ εἶπον· ∆ιατί γὰρ μὴ μένετε γενναῖοι; ἀλλ' ἐλάλησα ὑμῖν τὰ παράκλησιν φέροντα. Οὕτω βούλομαι ὑμᾶς διαπαντὸς ἐπὶ τῆς αὐτῆς ἀγάπης τη 59.415 ρεῖν. Ἠκούσατε περὶ βασιλείας· ἐχάρητε. Ἵν' οὖν πληρωθῇ ἡ χαρὰ ὑμῶν, ταῦτα εἶπον ὑμῖν. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ὁρᾷς τοῦ Θεοῦ τὴν ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ σειράν τινα συνημμένην; ∆ιὰ τοῦτο ποτὲ μὲν δύο φησὶ τὰς ἐντολὰς, ποτὲ δὲ μίαν· οὐ γὰρ ἔνι τῆς προτέρας λαβόμενον, μὴ τὴν ἄλλην ἔχειν. Ποτὲ μὲν γάρ φησιν· Ἐν τούτῳ ὁ νόμος καὶ οἱ προφῆται κρέμανται·