316
μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ' αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε τῶν παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ' αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς ἀποστερῶν, καὶ τιθεὶς καὶ ἑτέραν παραμυθίαν, φησίν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους ἐργάσονται. Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες κακά; οὐχὶ προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; ∆ιὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω προεφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε. Καὶ τούτων αὐτοὶ μάρτυρες οὕτω λέγοντες· Οὐδέποτε οὕτως ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· καὶ τὸ κατὰ τὸν Λάζαρον τοιοῦτον, καὶ τὰ ἄλλα πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ 59.417 ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Προαναμιμνήσκει τῶν ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ' ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα δὲ τοὐναντίον, τὸ πᾶν ἀπεκάλυψε. Καὶ πόθεν δῆλον ὅτι διὰ τοῦτο μισούμεθα; Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων ἢ τῶν πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; Εἶτα ἐπειδὴ τὸ πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα καὶ λέγοντα, ὅτι Ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ποιεῖ. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν λόγον σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ' ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων ἡμῖν; γʹ. Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. ∆ιὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ' ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω. Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων. Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ' ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι