321
ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. ∆ιὰ τοῦτό φησι· Ἀφ' ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε δὲ δυνήσεσθε, καὶ ὅτι Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν· ἵνα μὴ ταῦτα ἀκούοντες, μεῖζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, οὐδὲν ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ 59.423 λέγων, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ' ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις. Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐπῆρεν αὐτῶν τὴν διάνοιαν· πρὸς οὐδὲν γὰρ οὕτω λίχνον τὸ ἀνθρώπειον γένος, ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα. Τοῦτο γοῦν συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων αὐτοὺς τῆς φροντίδος, λέγει, ὅτι Πάντα ὑμῖν προερεῖ, ὥστε μὴ ἐμπεσεῖν ἀφυλάκτως. Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει. Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ὡς παρανομοῦντα δόξωσι κολάζειν, οὐδὲν μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ μαθηταὶ, καὶ ἔξω λοιπὸν ἦσαν ἐκεῖνοι, καὶ πολλοὶ πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως ἐφθέγγετο. Ὥστε οὐ τῆς ἀγνοίας τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. ∆ιὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ' ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐ μανθάνον παρ' ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ. ∆ιατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς ἁμαρτίας λυθείσης, ἀλλ' ἔτι πάντων ὑπευθύνων ὄντων τῇ τιμωρίᾳ, οὐκ ἂν παρεγένετο. ∆εῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε δέξασθαι τὸ δῶρον ἐκεῖνο. ∆ιατί δέ φησι, Πέμψω αὐτόν; Τουτέστι, Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν ὑποδοχήν. Πῶς γὰρ τὸ πανταχοῦ ὂν πέμπεται; Ἄλλως δὲ, καὶ τῶν ὑποστάσεων τὸ διάφορον δείκνυσι. ∆ιὰ δύο δὲ ταῦτα οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι, καὶ ἵνα αὐτὸ θεραπεύσωσιν. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ