327
γὰρ πόλιν ἔχεις, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἡ δὲ παροίκησις αὕτη πρὸς βραχὺ γίνεται καὶ ὀλίγον. Ὁ βουλόμενος τυπτέτω, ὑβριζέτω, λοιδορείτω. Ἐν ξένῃ ἐσμὲν, καὶ εὐτελῶς ζῶμεν. Τὸ γὰρ δεινὸν, ἐπὶ τῆς πατρίδος τοῦτο παθεῖν, ἐπὶ τῶν πολιτῶν· τότε ἡ μεγίστη ἀσχημοσύνη καὶ ζημία. Ἐὰν δὲ ᾖ τις ἔνθα μηδένα γνώριμον ἔχῃ, πάντα εὐκόλως ὑφίσταται. Ἡ γὰρ ὕβρις ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων χαλεπωτέρα γίνεται. Οἷον, ἐάν τις εἰδὼς τὸν ὕπαρχον ὄντα ὕπαρχον ὑβρίσῃ, τότε ἡ ὕβρις πικρά· ἐὰν δὲ ἰδιώτην νομίσας ὑβρίσῃ, οὐδὲ ἅψασθαι δύναται τοῦ ταῦτα πάσχοντος. Οὕτω δὴ καὶ ἡμεῖς λογισώμεθα. Οὐδὲ γὰρ ἴσασιν ὅπερ ἐσμὲν οἱ ὑβρισταὶ, οἷον ὅτι πολῖται τῶν οὐρανῶν, καὶ εἰς τὴν ἄνω ἀπογεγραμμένοι πατρίδα, καὶ τῶν Χερουβίμ ἐσμεν συγχορευταί. Μὴ τοίνυν ἀλγῶμεν, μηδὲ ὕβριν ἡγώμεθα τὴν ὕβριν. Εἰ ἐγνώριζον, οὐκ ἂν ὕβρισαν. Ἀλλὰ πτωχοὺς καὶ εὐτελεῖς νομίζουσι; Μὴ τοίνυν μηδὲ ἡμεῖς ταύτην ὕβριν νομίζωμεν. Εἰπὲ γάρ μοι, εἴ τις ὁδοιπορῶν παῖδας τοὺς αὐτοῦ φθάσας, ὀλίγον διάστημα ἐν πανδοχείῳ ἐκαθέζετο περιμένων αὐτούς· εἶτα ὁ πανδοχεὺς, ἢ τῶν ὁδοιπόρων τις, ἀγνοῶν ὅστις ἂν εἴη, δυσχεράνειε πρὸς ἐκεῖνον καὶ λοιδορηθείη· ἆρα οὐ γελάσεται τὴν ἄγνοιαν ἐκείνου; οὐ τέρψει μᾶλλον αὐτὸν ἡ πλάνη; οὐκ ἐντρυφήσει, ὡς ἄλλου τινὸς ὑβριζομένου; Οὕτω καὶ ἡμεῖς πράττωμεν. Καὶ γὰρ ἐν πανδοχείῳ καθήμεθα περιμένοντες τοὺς ἡμετέρους τοὺς ὁδεύοντας τὴν ὁδὸν ταύτην. Ὅταν ὁμοῦ πάντες γενώμεθα, τότε εἴσονται τίνας ὑβρίζουσιν. Οὗτοι τότε κάτω νεύουσι, τότε ἐροῦσιν· Οὗτός ἐστιν ὃν ἔσχομεν ἡμεῖς οἱ ἄφρονες εἰς γέλωτα. δʹ. ∆ύο τοίνυν τούτοις παραμυθησώμεθα ἑαυτοὺς, ὅτι τε ἡμεῖς οὐχ ὑβριζόμεθα (οὐ γὰρ ἴσασιν οἵτινές ἐσμεν), καὶ ὅτι, κἂν βουλώμεθα δίκην λαβεῖν, δώσουσιν ὕστερον χαλεπωτάτην. Ἀλλὰ μὴ γένοιτό τινα οὕτως ὠμὴν καὶ ἀπάνθρωπον ἔχειν ψυχήν. Τί οὖν, ἂν παρὰ τῶν ὁμοφύλων ὑβριζώμεθα; τοῦτο γάρ ἐστι τὸ φορτικόν. Τοῦτο μὲν οὖν ἐστι τὸ κοῦφον. Τί δήποτε; Ὅτι οὐχ ὁμοίως τοὺς ἀγαπωμένους ὑβρίζοντας φέρομεν, καὶ οὓς οὐκ ἴσμεν. Ταῦτα γοῦν, παρακαλοῦντες τοὺς ὑβρισμένους, λέγομεν τὰ ῥήματα πολλάκις· Ἀδελφός ἐστιν ὁ ὑβρικὼς, φέρε γενναίως· πατήρ ἐστι, θεῖός ἐστιν. Εἰ δὲ τοῦ ἀδελφοῦ καὶ πατρὸς τὸ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον ἂν εἴπω τούτων γνησιώτερον. Οὐ γὰρ ἀδελφοὶ μόνον ἀλλήλοις ἐσμὲν, ἀλλὰ καὶ μέλη καὶ σῶμα ἕν. Εἰ δὲ τοῦ ἀδελφοῦ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον τὸ τοῦ μέλους. Οὐκ ἤκουσας τῆς ἔξω παροιμίας λεγούσης, ὅτι δεῖ τοὺς φίλους μετὰ τῶν ἐλαττωμάτων ἔχειν; οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ἀλλήλων τὰ βάρη βαστάζετε; οὐχ ὁρᾷς τοὺς ἐρῶντας; Ἀναγκάζομαι γὰρ, ἐπειδὴ ἀφ' ὑμῶν τὸ παράδειγμα σχεῖν οὐκ ἔχομεν, ἐπ' ἐκείνην τὴν ὑπόθεσιν τὸν λόγον ἀγαγεῖν. Ποιεῖ δὲ αὐτὸ καὶ ὁ Παῦλος οὕτω λέγων· Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Μᾶλλον δὲ ἐκεῖνο εὐκαιρότερον εἰπεῖν, φησὶν, ὅπερ Ῥωμαίοις· Ὥσπερ, φησὶ, παρεστήσατε 59.431 τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες ἑπόμεθα τοῦ παραδείγματος. Οὐχ ὁρᾷς τοίνυν τοὺς ἐρῶντας, πόσα οὗτοι πορνῶν γυναικῶν περικαιόμενοι πάσχουσι δεινὰ, ῥαπιζόμενοι, τυπτόμενοι, γελώμενοι, θρυπτομένης ἀνεχόμενοι πόρνης, ἀποστρεφομένης, μυρία ὑβριζούσης; Ἀλλ' ὅμως κἂν ἅπαξ ἡδύ τι καὶ ἥμερον ἴδωσιν, πάντα αὐτοῖς ἐν εὐπραγίᾳ, καὶ πάντα οἴχεται τὰ πρότερα, καὶ πάντα ἐξ οὐρίων φέρεται, κἂν πενία, κἂν νόσος, κἂν ὁτιοῦν τούτοις ἕτερον. Τὸν γὰρ βίον τὸν ἑαυτῶν τίθενται ἄθλιόν τε καὶ μακάριον, ὡς ἂν τὴν ἐρωμένην ἔχωσι πρὸς αὐτοὺς διακειμένην. Καὶ οὐ δόξαν ἴσασιν ἀνθρωπίνην, οὐκ ἀτιμίαν· ἀλλὰ, κἂν ὑβρίζῃ τις, ὑπὸ τῆς πολλῆς ἡδονῆς καὶ τῆς παρ' ἐκείνης εὐημερίας ἅπαντα φέρουσι ῥᾳδίως· ἐκείνη δὲ κἂν λοιδορήσηται, κἂν εἰς τὸ πρόσωπον πτύσῃ, ῥόδοις βάλλεσθαι νομίζουσι ταῦτα πάσχοντες. Καὶ τί θαυμαστὸν, εἰ περὶ αὐτὴν οὕτω διάκεινται; Καὶ γὰρ τὴν οἰκίαν τὴν ἐκείνης πασῶν εἶναι λαμπροτέραν νομίζουσι, κἂν πηλίνη ᾖ, κἂν καταπίπτουσα. Καὶ τί λέγω τοὺς