328
τοίχους; Καὶ γὰρ τοὺς τόπους αὐτοὺς, ἔνθα διατρίβουσιν ἐν ἑσπέρᾳ, ὁρῶντες διανίστανται. Ἐνταῦθα δέ μοι δότε λοιπὸν τὸ ἀποστολικὸν εἰπεῖν. Καθάπερ ἐκεῖνός φησιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε τὰ μέλη ὑμῶν τῇ δικαιοσύνῃ· τὸν αὐτὸν τρόπον κἀγὼ λέγω· ὡς ἠγαπήσαμεν ταύτας, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδὲν δεινὸν ἡγησόμεθα πάσχειν. Καὶ τί λέγω ἀλλήλους· οὕτως ἀγαπήσωμεν τὸν Θεόν. Ἐφρίξατε ἀκούσαντες, ὅτι τοσοῦτον ἀπαιτῶ μέτρον ἀγάπης ἐπὶ Θεοῦ, ὅσον περὶ τὴν πόρνην ἐπεδειξάμεθα; Ἀλλ' ἐγὼ φρίττω, ὅτι οὐδὲ τοσοῦτον ἐπιδεικνύμεθα. Καὶ, εἰ βούλεσθε, ἐπεξέλθωμεν τῷ λόγῳ, εἰ καὶ σφόδρα φορτικὸν τὸ λεγόμενον. Ἡ ἐρωμένη τοῖς ἐρῶσιν οὐδὲν ὑπισχνεῖται χρηστὸν, ἀλλ' ἀτιμίαν, καὶ αἰσχύνην, καὶ ὕβριν. Τοῦτο γὰρ εἶναι ποιεῖ τὸ προσεδρεύειν πόρνῃ γυναικὶ, καταγέλαστον, αἰσχρὸν, ἄτιμον. Ὁ δὲ Θεὸς οὐρανὸν, καὶ τὰ ἐν οὐρανοῖς ἐπαγγέλλεται ἀγαθὰ, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, καὶ ἀδελφοὺς τοῦ Μονογενοῦς, καὶ ζῶντί σοι μυρία παρέσχε, καὶ τελευτῶντι ἀνάστασιν, καὶ τοσαῦτα ἐπαγγέλλεται δώσειν ἀγαθὰ, ὅσα μηδὲ ἐννοῆσαι δυνατὸν, καὶ τιμίους καὶ αἰδεσίμους ἡμᾶς ποιεῖ. Καὶ πάλιν, ἐκείνη δαπανᾷν ἀναγκάζει πάντα τὰ αὐτῶν εἰς βάραθρον καὶ ἀπώλειαν· ὁ δὲ Θεὸς σπείρειν κελεύει τὸν οὐρανὸν, καὶ ἑκατονταπλασίονα δίδωσι, καὶ ζωὴν αἰώνιον. Πάλιν, ἐκείνη ὡς ἀνδραπόδῳ κέχρηται τῷ φιλοῦντι, τυράννου παντὸς χαλεπώτερον ἐπιτάττουσα· ὁ δὲ Θεός φησιν, Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. εʹ. Εἴδετε τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα κακῶν, καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖθεν; Τί οὖν τὰ μετὰ ταῦτα; Ταύτης μὲν ἕνεκεν καὶ ἀγρυπνοῦσι πολλοὶ, καὶ ἅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούουσι, καὶ οἰκίαν ἀφιᾶσι, καὶ πατέρα, καὶ μητέρα, καὶ φίλους, καὶ χρήματα, καὶ προστασίαν, καὶ πάντα ἐν ἀπορίᾳ καὶ ἐρημίᾳ τὰ αὐτῶν· τοῦ δὲ Θεοῦ πολλάκις ἕνεκεν, μᾶλλον δὲ ἡμῶν αὐτῶν ἕνεκεν, οὐδὲ τρίτην μοῖραν ἀναλῶσαι αἱρούμεθα τῶν ὄντων, ἀλλὰ πεινῶντα ὁρῶντες περιορῶμεν, καὶ 59.432 παρατρέχομεν γυμνὸν, καὶ οὐδὲ λόγου μεταδίδομεν. Ἐκείνης δὲ κἂν θεραπαινίδα ἴδωσιν οἱ ἐρασταὶ, καὶ βάρβαρον, ἐν μέσῃ τῇ ἀγορᾷ ἑστῶτες, ὥσπερ ἐγκαλλωπιζόμενοι, καὶ ἀγαλλόμενοι διαλέγονται, μακρῶν λόγων ἀνελίττοντες διαύλους· καὶ οὐδὲν εἶναι τὸν βίον πάντα νομίζουσι δι' αὐτὴν, οὐκ ἄρχοντας, οὐ βασιλείαν (καὶ ἴσασιν ὅσοι τοῦ νοσήματος εἰλήφασι πεῖραν)· καὶ χάριν ἔχουσι πλείονα ἐπιταττούσῃ, ἢ δουλεύουσιν ἑτέροις. Ἆρ' οὐκ εἰκότως γέεννα; ἆρ' οὐκ εἰκότως μυρίαι κολάσεις; Ἀνανήψωμεν τοίνυν, καὶ παράσχωμεν τῇ τοῦ Θεοῦ διακονίᾳ κἂν τοσοῦτον, κἂν τὸ ἥμισυ μέρος, οὗ τῇ πόρνῃ παρέχουσιν ἕτεροι, κἂν τὸ τρίτον. Τάχα φρίττετε πάλιν; καὶ γὰρ καὶ αὐτός. Ἀλλ' οὐκ ἠβουλόμην ἐπὶ τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων φρίττειν ὑμᾶς. Νῦν δὲ ἐνταῦθα μὲν ἡμῖν ἡ καρδία συστέλλεται, ἐξελθόντες δὲ πάντα ῥίπτομεν. Τί οὖν τὸ κέρδος; Ἂν μὲν γὰρ ἐκεῖ δέῃ χρήματα ἀναλίσκειν, οὐδεὶς πενίαν ὀδύρεται, ἀλλὰ καὶ δανεισάμενος ἔδωκε πολλάκις ἁλούς· ἐνταῦθα δὲ, ἐὰν ἐλεημοσύνης μνησθῶμεν, παῖδας, καὶ γυναῖκας, καὶ οἰκίαν, καὶ προστασίαν, καὶ μυρίας προφάσεις ἡμῖν προβάλλονται. Ἀλλ' ἡδονὴ πολλὴ, φησὶν, ἐκεῖ. Τοῦτο γάρ ἐστιν ὃ θρηνῶ καὶ ὀδύρομαι. Τί οὖν, ἐὰν δείξω μείζονα ἐνταῦθα τὴν ἡδονήν; Ἐκεῖ μὲν γὰρ οὐ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς ἡ αἰσχύνη, καὶ ἡ ὕβρις, καὶ ἡ δαπάνη, δεύτερον ὁ πόλεμος καὶ ἡ ἀπέχθεια· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Τί γὰρ τῆς ἡδονῆς ταύτης ἴσον, εἰπέ μοι, καθῆσθαι προσδοκῶντα τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν λαμπρότητα τῶν ἁγίων, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον; Ἀλλὰ ταῦτα ἐν προσδοκίαις, φησὶν, ἐκεῖνα δὲ ἐν πείρᾳ. Ποίᾳ πείρᾳ; Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ