332
ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων. Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; ∆ιὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολ 59.437 λῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ' ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· 59.438 Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις; Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι