335
μὴ ἀπολέσω ἐξ αὐτοῦ. Καίτοι οὐκ ἐκεῖνος ἀπώλετο μόνος, ἀλλὰ καὶ πολλοὶ ὕστερον. Πῶς οὖν φησιν, Οὐ μὴ ἀπολέσω; Τὸ ἐμὸν μέρος, οὐ μὴ ἀπολέσω· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν· Οὐ μὴ ἐκβάλω αὐτὸν ἔξω· οὐ παρὰ τὴν ἐμὴν αἰτίαν, οὐδὲ ἐμοῦ ὠθοῦντος, οὐδὲ ἐγκαταλιμπάνοντος. Εἰ δὲ ἀφ' ἑαυτῶν ἀποπηδῶσι, πρὸς ἀνάγκην οὐχ ἕλκω Νῦν δὲ πρὸς σὲ ἔρχομαι. Ὁρᾷς ἀνθρωπινώτερον συγκειμένην τὴν διάλεξιν; Ὥστε εἴ τις βούλοιτο ἐλαττοῦν τὸν Υἱὸν ἀπὸ τούτων, ἐλαττώσει καὶ τὸν Πατέρα. Ὅρα γοῦν ἐξ ἀρχῆς, τὸ μὲν ὡς διδάσκων ἐστὶ καὶ σαφηνίζων αὐτῷ, τὸ δὲ ὡς παραγγέλλων· τὰ μὲν ὡς διδάσκων, ὡς ὅταν λέγῃ· Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ· τὰ δὲ ὡς παραγγέλλων· Ἐγὼ ἐτήρησα αὐτοὺς ἕως ἄρτι, Καὶ οὐδεὶς ἀπώλετο· καὶ, Σὺ τοίνυν τήρησον αὐτοὺς, φησί· καὶ πάλιν· Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτούς. Ἀλλὰ πάντων ἡ λύσις, τὸ πρὸς τὴν ἀσθένειαν αὐτῶν εἰρῆσθαι τὰ εἰρημένα. Εἰπὼν δὲ, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἐπήγαγεν· Ἵνα ἡ Γραφὴ πληρωθῇ. Ποίαν γραφήν φησι; Τὴν πολλὰ περὶ αὐτοῦ προλέγουσαν. Οὐ μὴν διὰ τοῦτο ἀπώλετο, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ περὶ τούτου πολλὰ καὶ ἔμπροσθεν διελέχθημεν, ὅτι ἰδιάζων οὗτος τῆς Γραφῆς ἐστιν ὁ τρόπος, ὡς αἰτιολογίαν τιθεμένης τὰ ἐκ τῆς ἐκβάσεως συμβαίνοντα. Καὶ δεῖ πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ τὸν τρόπον τοῦ λέγοντος, καὶ τὴν ὑπόθεσιν, καὶ τοὺς νόμους τοὺς τῆς Γραφῆς, εἴ γε μὴ μέλλοιμεν παραλογίζεσθαι· Ἀδελφοὶ γὰρ, μὴ παιδία γίνεσθε ταῖς φρεσί. γʹ. Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν Γραφῶν κατανοήσεως ἀναγινώσκειν χρὴ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς περὶ τὸν βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν μὲν μεγάλων οὐκ ἐφίενται, τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι. Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ ὀστράκου πεποιημένα χαίρουσι βλέποντες· ἂν δὲ βασιλέα καθήμενον ἐπ' ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως ἀληθεῖς καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν εἰσιν ἐπτοημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς πλοῦτον τεθήπασι, καὶ δόξαν καὶ τρυφὴν ἐν τῷ παρόντι βίῳ τιμῶσι· καίτοι αὐτὰ μὲν ἔστι παιδικὰ ὥσπερ ἐκεῖνα· ἐκεῖνα δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια. Ἀλλ' ὥσπερ οἱ παῖδες τούτων μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων πολλοί. ∆ιὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυ 59.441 μάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Πλούσιον γὰρ ἐκεῖνον εἶναι φήσομεν, τὸν ὑπερορῶντα τῶν παρόντων ἁπάντων. Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων τὸν πόθον ἔχῃ, ὥσπερ οὖν οὐδὲ τοῦ μολυβδίνου νομίσματος, ἂν μὴ χρυσᾶ νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν. Εἰ δὲ ἀδήλου τῆς ἐλπίδος οὔσης, τῶν ὄντων καταφρονοῦμεν· πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. ∆ιὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας ἀποστερεῖν ἑαυτοὺς τῶν ἄνωθεν θησαυρῶν, μετὰ καλάμης καὶ ἀχύρου τὸ πλοῖον εἰς τοὺς λιμένας ἄγοντας. Ὃ βούλεταί τις λεγέτω περὶ ἡμῶν, δυσχεραινέτω πρὸς τὸ συνεχὲς τῆς παραινέσεως,