337
καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πῶς οὖν ἀλλαχοῦ φησιν, Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν; Ἐκεῖ μὲν τὴν φύσιν λέγων, ἐνταῦθα δὲ περὶ πράξεων πονηρῶν. Καὶ μακρὸν αὐτῶν συντίθησιν ἐγκώμιον· πρῶτον, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου· εἶτα, ὅτι αὐτὸς αὐτοὺς ἔδωκε, καὶ ὅτι τὸν λόγον αὐτοῦ ἐτήρησαν, καὶ ὅτι διὰ τοῦτο μισοῦνται. Εἰ δὲ λέγει, Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, μὴ θορυβηθῇς. Τὸ γὰρ, Καθὼς, ἐνταῦθα οὐκ ἔστιν ἀπαραλλάκτου ἀκριβείας. Ὥσπερ γὰρ, ὅταν ἐπ' αὐτοῦ καὶ τοῦ Πατρὸς λέγηται τὸ Καθὼς, πολλὴ ἡ ἰσότης διὰ τὴν τῆς φύσεως συγγένειαν· οὕτως ὅταν ἐφ' ἡμῶν καὶ αὐτοῦ λέγηται, πολὺ τὸ μέσον διὰ τὸ καὶ πολὺ εἶναι τὸ μέσον καὶ ἄπειρον ἑκατέρας τῆς φύσεως. Εἰ γὰρ Ἁμαρτίαν οὐκ ἐποίησεν αὐτὸς, οὐδὲ δόλος τις εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, πῶς δύναιντ' ἂν οἱ ἀπόστολοι παρισοῦσθαι αὐτῷ; Τί οὖν ἐστιν ὅ φησιν, Ἐκ τοῦ κόσμου οὐκ εἰσί; Πρὸς ἕτερον ὁρῶσιν, οὐδὲν κοινόν τι πρὸς τὴν γῆν ἐστιν αὐτοῖς, ἀλλὰ τῶν οὐρανῶν, γεγόνασι πολῖται. Καὶ ἐκ τούτων δὲ τὴν ἀγάπην αὐτοῦ δείκνυσιν, ὅταν πρὸς τὸν Πατέρα αὐτοὺς ἐγκωμιάζῃ, καὶ παρατιθῆται τῷ γεγεννηκότι. Εἰπὼν δὲ, Τήρησον αὐ 59.443 τοὺς, οὐ περὶ τῆς τῶν κινδύνων ἀπαλλαγῆς φησι μόνον, ἀλλὰ καὶ περὶ τῆς ἐν πίστει παραμονῆς· διὸ καὶ ἐπήγαγεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ἁγίους ποίησον διὰ τῆς τοῦ Πνεύματος δόσεως καὶ τῶν ὀρθῶν δογμάτων. Ὥσπερ ὅταν λέγῃ, Καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν, καὶ νῦν τὸ αὐτό φησι· Παίδευσον αὐτοὺς, δίδαξον τὴν ἀλήθειαν. Καὶ μὴν τοῦτο λέγει τὸ Πνεῦμα ποιεῖν. Πῶς οὖν αὐτὸ παρὰ τοῦ Πατρὸς αἰτεῖ νῦν; Ἵνα μάθῃς πάλιν τὴν ἰσοτιμίαν. Τὰ γὰρ ὀρθὰ δόγματα περὶ Θεοῦ λεγόμενα ἁγιάζει τὴν ψυχήν. Εἰ δὲ λόγῳ φησὶν ἁγιάζεσθαι, μὴ θαυμάσῃς. Καὶ ὅτι περὶ δογμάτων φησὶν, ἐπήγαγεν· Ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι· τουτέστι, Οὐδὲν ψεῦδος ἐν αὐτῷ, πάντως δὲ ἐκβῆναι δεῖ πάντα τὰ εἰρημένα· καὶ ὅτι οὐδὲν τυπικὸν δηλοῖ πάλιν, οὐδὲ σωματικόν· καθὼς καὶ Παῦλός φησι περὶ τῆς Ἐκκλησίας· ὅτι Ἡγίασεν αὐτὴν ἐν ῥήματι. Οἶδε γὰρ καὶ ῥῆμα Θεοῦ καθαίρειν. ∆οκεῖ δέ μοι καὶ ἕτερον δηλοῦν τὸ, Ἁγίασον αὐτοὺς, οἱονεὶ τὸ, Ἀφόρισον αὐτοὺς τῷ λόγῳ καὶ τῷ κηρύγματι. Καὶ τοῦτο πάλιν ἐκ τῶν ἑξῆς δῆλον. Καθὼς γὰρ ἐμὲ, φησὶν, ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτούς· ὃ λέγει καὶ Παῦλος, Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ οὗ γὰρ ὁ Χριστὸς ἀφῖκται, ὑπὲρ τούτου καὶ οὗτοι τὴν οἰκουμένην κατέλαβον. Τὸ δὲ, Καθὼς, πάλιν ἐνταῦθα οὐχ ὁμοιώσεως ἐπ' αὐτοῦ καὶ τῶν ἀποστόλων κεῖται· (πῶς γὰρ ἄλλως ἦν ἐγχωροῦν ἀνθρώποις ἀποσταλῆναι; ἔθος δὲ αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν. Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ. Τί ἐστιν, Ἁγιάζω ἐμαυτόν; Προσφέρω σοι θυσίαν. Αἱ δὲ θυσίαι πᾶσαι ἅγιαι λέγονται· καὶ κυρίως ἅγια τὰ τῷ Θεῷ ἀνακείμενα. Ἐπειδὴ γὰρ τὸ παλαιὸν ἐν τύπῳ ὁ ἁγιασμὸς ἦν ἐν τῷ προβάτῳ· νυνὶ δὲ οὐκ ἔστιν ἐν τύπῳ, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ· διό φησιν· Ἵνα ὦσιν ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ σου. Καὶ γὰρ καὶ αὐτούς σοι ἀνατίθημι καὶ ποιῶ προσφοράν. Ἤτοι διὰ τὸ τὴν κεφαλὴν τοῦτο γίνεσθαί φησι, ἢ διὰ τὸ καὶ αὐτοὺς θύεσθαι. Παραστήσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν Θυσίαν ζῶσαν, ἁγίαν· καὶ, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ, Χωρὶς θανάτου θυσίαν αὐτοὺς ἐργάζεται καὶ προσφοράν. Ὅτι γὰρ τὴν θυσίαν ᾐνίξατο τὴν αὐτοῦ εἰπὼν, Ἁγιάζω, δῆλον ἐκ τῶν ἑξῆς. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἐπειδὴ γὰρ ὑπὲρ αὐτῶν ἀπέθνησκεν (εἶπε δὲ, ὅτι Ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν)· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ τῶν ἀποστόλων τοῦτο μόνον ἐποίει, ἐπήγαγεν· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. βʹ. Ἐντεῦθεν πάλιν ἀνέστησεν αὐτῶν τὰς ψυχὰς, δείξας ἐσομένους πολλοὺς μαθητάς. Ἐπειδὴ γὰρ, ὅπερ εἶχον ἐξαίρετον, κοινὸν ἐποίησε, πάλιν αὐτοὺς παραμυθεῖται, δηλῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας γινομένους αὐτοὺς αἰτίους. Εἰπὼν δὲ καὶ περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ ἁγιασθῆναι τῇ πίστει καὶ τῇ θυσίᾳ, λέγει λοιπὸν περὶ ὁμονοίας, καὶ εἰς τοῦτο λοιπὸν κατακλείει τὸν λόγον,