338
ἐντεῦθεν ἀρξάμενος, καὶ εἰς αὐτὸ καταλύσας. Καὶ γὰρ ἀρχόμενός φησιν, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν· καὶ ἐνταῦθα, Ἵνα ὦσιν ἓν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, καὶ ἐγὼ ἐν σοί. Πάλιν τὸ, Καθὼς, οὐκ ἀκριβοῦς ἐξισώσεως ἐπ' αὐτῶν· οὐδὲ γὰρ δυνατὸν αὐτοῖς ἦν τοσοῦτον, 59.444 ἀλλ' ὡς ἀνθρώποις δυνατόν· ὥσπερ ὅταν λέγῃ, Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Τί δέ ἐστιν, Ἐν ἡμῖν; Ἐν τῇ πίστει τῇ εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως σκανδαλίζει ἅπαντας, ὡς τὸ διεσπάσθαι, τοῦτο κατασκευάζει ὥστε γενέσθαι ἕν. Τί οὖν; ἤνυσεν αὐτὸ, φησί; Καὶ σφόδρα ἤνυσεν. Ἅπαντες γὰρ οἱ διὰ τῶν ἀποστόλων πιστεύσαντες ἕν εἰσιν, εἰ καί τινες ἐξ αὐτῶν διεσπάσθησαν. Οὐδὲ γὰρ τοῦτο αὐτὸν παρέλαθεν, ἀλλὰ καὶ αὐτὸ προεῖπε, καὶ ἔδειξε τῆς τῶν ἀνθρώπων ῥᾳθυμίας ὄν. Ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας. Ὅπερ οὖν καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοί ἐστε μαθηταὶ, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ πῶς ἐντεῦθεν πιστεύειν ἔμελλον; Ὅτι τῆς εἰρήνης εἶ Θεὸς, φησίν. Ἂν τοίνυν, ἅπερ ἐξ ὧν ἔμαθον, διατηρήσωσιν, εἴσονται τὸν διδάσκαλον ἀπὸ τῶν μαθητῶν οἱ ἀκούοντες· ἐὰν δὲ μάχωνται, οὐκ ἐροῦσιν εἰρηνικοῦ Θεοῦ εἶναι μαθητάς· μὴ ὄντα δέ με εἰρηνικὸν, οὐκ ὁμολογήσουσιν ἀπεστάλθαι παρὰ σοῦ. Ὁρᾷς πῶς μέχρι τέλους τοῦτο κατασκευάζει τὸ πρὸς τὸν Πατέρα ὁμονοητικόν; Κἀγὼ τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς· τὴν διὰ τῶν σημείων, τὴν διὰ τῶν δογμάτων, καὶ ἵνα ὁμόψυχοι ὦσιν. Αὕτη γὰρ δόξα, ἵνα ὦσιν ἓν, καὶ τῶν σημείων μείζων. Ὥσπερ γὰρ καὶ τὸν Θεὸν θαυμάζουσιν, ὅτι οὐκ ἔστι στάσις, οὐδὲ μάχη παρὰ τῇ φύσει ἐκείνῃ, καὶ μεγίστη αὕτη δόξα· Οὕτω καὶ οὗτοι, φησὶν, ἐντεῦθεν γενέσθωσαν λαμπροί. Καὶ πῶς τὸν Πατέρα, φησὶν, αἰτεῖ τοῦτο δοῦναι αὐτοῖς, αὐτὸς αὐτὸ λέγων διδόναι; Εἴτε γὰρ περὶ σημείων, εἴτε περὶ ὁμονοίας, εἴτε περὶ εἰρήνης ὁ λόγος αὐτῷ, φαίνεται αὐτὸς αὐτοῖς ταῦτα παρεσχηκώς. Ὅθεν δῆλον ἦν, ὅτι παραμυθίας ἕνεκεν τῆς αὐτῶν ἡ αἴτησις γίνεται. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί. Πῶς ἔδωκε τὴν δόξαν; Ἐν αὐτοῖς γενόμενος, καὶ τὸν Πατέρα ἔχων μεθ' ἑαυτοῦ, ὥστε αὐτοὺς συγκροτεῖν. Ἀλλαχοῦ δὲ οὐχ οὕτω φησίν· οὐ γὰρ διὰ αὐτοῦ τὸν Πατέρα παραγίνεσθαι, ἀλλ' αὐτὸν καὶ τὸν Πατέρα παραγίνεσθαι καὶ μονὴν παρ' αὐτῷ ποιεῖν· ἐκεῖ μὲν τὸ τοῦ Σαβελλίου, ἐνταῦθα δὲ Ἀρείου τὴν ὑπόνοιαν ἀναιρῶν. Ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Συνεχῶς αὐτὸ λέγει, δεικνὺς σημείου μᾶλλον τὴν εἰρήνην δυναμένην ἐπισπάσασθαι. Ὥσπερ γὰρ ἡ ἔρις διαλυτικὸν, οὕτως ἡ συμφωνία συγκροτητικόν. Καὶ ἠγάπησα αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας. Πάλιν ἐνταῦθα τὸ, Καθὼς, ὡς ἄνθρωπον ἀγαπηθῆναι ἐγχωρεῖ· καὶ τεκμήριον τῆς ἀγάπης, τὸ ἑαυτὸν ὑπὲρ αὐτῶν δοῦναι. Εἰπὼν τοίνυν, ὅτι ἔσονται ἐν ἀσφαλείᾳ, ὅτι οὐ περιτραπήσονται, ὅτι ἔσονται ἅγιοι, ὅτι πολλοὶ πιστεύσουσι δι' αὐτῶν, ὅτι πολλῆς ἀπολαύσονται δόξης, ὅτι οὐκ αὐτὸς αὐτοὺς ἠγάπησε μόνος, ἀλλὰ καὶ ὁ Πατὴρ, λέγει λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, περὶ τῶν βραβείων καὶ τῶν στεφάνων τῶν ὑποκειμένων αὐτοῖς. Πάτερ γὰρ, φησὶν, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Ὅπερ οὖν ἐζήτουν ἀεὶ λέγοντες, Ποῦ ὑπάγεις; τί λέγεις; τοῦτο ἐν αἰτήσει λαμβάνεις, καὶ οὐδέπω ἔχεις; πῶς οὖν αὐτοῖς ἔλεγες, Καθήσεσθε ἐπὶ δώδεκα θρόνους; πῶς ἕτερα ἐπηγγείλω πλείονα καὶ μείζω; ὁρᾷς ὅτι πάντα συγκαταβάσεως ἕνεκεν λέγει; Ἐπεὶ πῶς ἔλεγεν, Ἀκολουθήσεις δὲ 59.445 ὕστερον; Ἀλλ' ὑπὲρ πλείονος πληροφορίας καὶ ἐνδείξεως ἀγάπης τοῦτό φησιν. Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Πάλιν τοῦτο τοῦ πρὸς τὸν Πατέρα ὁμονοεῖν σημεῖον, ὑψηλότερον μὲν τῶν προτέρων (Πρὸ καταβολῆς γὰρ κόσμου, φησὶν), ἔχον δέ τινα καὶ αὐτὸ συγκατάβασιν· Ἔδωκας γάρ μοι λέγει. Εἰ δὲ μὴ τοῦτό ἐστιν, ἡδέως ἂν ἐροίμην τοὺς ἀντιλέγοντας· ὁ διδοὺς, ὑφεστῶτί τινι δίδωσιν· ἆρ' οὖν πρῶτον αὐτὸν γεννήσας, ὕστερον τὴν δόξαν ἔδωκε, πρότερον ἀφεὶς εἶναι ἄδοξον; Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁρᾷς ὅτι τὸ, Ἔδωκεν, Ἐγέννησέν ἐστι; ∆ιατί δὲ μὴ εἶπεν, Ἵνα μετέχωσι τῆς δόξης, ἀλλ', Ἵνα θεωρῶσι τὴν δόξαν; γʹ. Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ