340
συλλέγων μετὰ πολλῆς ταλαιπωρίας περιβάλλει τοὺς τοίχους· τὰς δὲ γαστέρας τῶν πενήτων γυμνὰς ὁρῶν, οὐκ ἐπικάμπτεται. Καὶ οἱ μὲν τοῖς ἱματίοις αὐτῶν ἱμάτια πάλιν ἐπινοοῦσιν· ἕτερος δὲ οὐδὲ αὐτὸ τὸ σῶμα γυμνὸν περιβάλλειν ἔχει. Ἐν δικαστηρίοις δὲ πάλιν ἄλλος ἄλλον κατέπιεν· ἄλλος εἰς πόρνας ἀνάλωσε καὶ εἰς παρασίτους· ἕτερος εἰς μίμους καὶ ὀρχήστρας· εἰς οἰκοδομὰς ἕτερος λαμπρὰς, εἰς ἀγορασίας ἀγρῶν καὶ οἰκιῶν. Πάλιν ὁ μὲν τόκους ἀριθμεῖ, ὁ δὲ τόκους τόκων, ὁ δὲ γραμματεῖα συντίθησι πολλῶν γέμοντα φόνων, καὶ οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς ἀνάπαυσιν καρποῦται, ἐπὶ τοῖς ἑτέρων κακοῖς ἀγρυπνῶν. Ἡμέρας δὲ γενομένης, ὁ μὲν ἐπὶ κέρδος ἄδικον, ὁ δὲ ἐπὶ δαπάνην ἀσελγῆ, οἱ δὲ ἐπὶ κλοπὴν δεδημοσιευμένην τρέχουσι. Καὶ τῶν μὲν περιττῶν καὶ κεκωλυμένων πολλὴ ἡ σπουδή· τῶν δὲ ἀναγκαίων οὐδεὶς ὁ λόγος. Οἱ δὲ κρίνοντες, τὸ μὲν ὄνομα δικαστῶν ἔχουσι, τὸ δὲ ἔργον λῃστῶν καὶ ἀνδροφόνων. Κἂν τὰς δίκας τις ἐξετάσῃ, κἂν τὰς διαθήκας, μυρία πάλιν εὑρήσει καὶ ἐνταῦθα κακὰ, δόλους, κλοπὰς, ἐπιβουλάς. Καὶ περὶ ταῦτα ἅπασα ἡ σχολὴ, τῶν δὲ πνευματικῶν λόγος οὐδείς· ἀλλὰ τὴν ἐκκλησίαν ὑπὲρ τοῦ μόνον ἰδεῖν ἐνοχλοῦσιν ἅπαντες. Τὸ δὲ ζητούμενον οὐ τοῦτό ἐστιν, ἀλλ' ἔργων δεῖ ἡμῖν καὶ διανοίας καθαρᾶς. Ἂν δὲ τὴν πᾶσαν ἡμέραν ἀναλώσῃς εἰς πλεονεξίαν, εἶτα μικρὰ ῥήματα εἰσελθὼν εἴπῃς, οὐ μόνον οὐκ ἐποίησας ἵλεω τὸν Θεὸν, ἀλλὰ καὶ παρώξυνας μειζόνως. Εἰ γὰρ βούλει καταλλάξαι σου τὸν ∆εσπότην, ἔργα ἐπίδειξαι, μάθε τὸν φορυτὸν τῶν συμφορῶν, βλέπε τοὺς γυμνοὺς, τοὺς πεινῶντας, τοὺς ἀδικουμένους· μυρίας σοι φιλανθρωπίας ἔτεμεν ὁδούς. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, εἰκῆ καὶ μάτην ζῶντες, μηδὲ, ὅτι νῦν ὑγιαίνομεν, καταφρονήσωμεν· ἀλλ' ἐννοήσαντες ὅτι πολλάκις εἰς νόσον καταπεσόντες, καὶ εἰς ἔσχατον ἀῤῥωστίας ἐλθόντες, ἀπεθάνομεν τῷ δέει καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων, προσδοκήσωμεν πάλιν εἰς τὰ αὐτὰ καταπε 59.447 σεῖσθαι, καὶ τὸν αὐτὸν κτησώμεθα φόβον, καὶ γενώμεθα βελτίους· ὡς τά γε νῦν μυρίας κατηγορίας ἄξια. Οἱ μὲν γὰρ ἐν τοῖς δικαστηρίοις λέουσιν ἐοίκασι καὶ κυσὶ, οἱ δὲ ἐν ταῖς ἀγοραῖς, ἀλώπεξιν· οἱ δὲ τὸν ἀπράγμονα ζῶντες βίον, οὐδὲ οὗτοι εἰς δέον τῇ ἀπραγμοσύνῃ κέχρηνται, τὴν σχολὴν ἅπασαν εἰς θέατρα καὶ τὰ ἐκεῖθεν κακὰ ἀναλίσκοντες. Καὶ ὁ μὲν ἐπιτιμῶν τοῖς γινομένοις, οὐδείς· οἱ δὲ ζηλοῦντες καὶ δακνόμενοι, ὅτι μὴ ἴσα αὐτοῖς πράττουσι, πολλοί· ὥστε καὶ τούτους πάλιν κολάζεσθαι, καὶ μὴ ποιοῦντας τὰ πονηρά. Οὐ γὰρ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ γὰρ τὰ τῆς προθυμίας αὐτοῖς ὁμοίως διέφθαρται· ὅθεν 59.448 δῆλον, ὅτι καὶ γνώμης ἔστι δοῦναι δίκην. Ταῦτα καθ' ἑκάστην ἡμέραν λέγω, καὶ λέγων οὐ παύσομαι. Ἂν μὲν γάρ τινες ἀκούσωσιν, κέρδος· ἂν δὲ μηδεὶς ὁ προσέχων ᾖ, τότε ἀκούσεσθε ταῦτα, ὅτε κέρδος οὐδὲν ὑμῖν, καὶ μέμψεσθε ἑαυτοῖς, καὶ τῆς αἰτίας ἡμεῖς καθαροί. Ἀλλὰ μὴ γένοιτο ταύτην μόνον ἡμᾶς τὴν ἀπολογίαν ἔχειν, ἀλλὰ καὶ καύχημα ὑμᾶς γενέσθαι ἡμῶν παρὰ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κοινῇ τῶν ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.447 ΟΜΙΛΙΑ ΠΓʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ
πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
αʹ. Φρικτὸν ὁ θάνατος καὶ φόβου γέμον πολλοῦ· ἀλλ' οὐ παρὰ τοῖς τὴν ἄνω
φιλοσοφίαν εἰδόσιν. Ὁ μὲν γὰρ μηδὲν περὶ τῶν μελλόντων σαφὲς ἐπιστάμενος, ἀλλὰ διάλυσίν τινα καὶ τελευτὴν ζωῆς τὸ πρᾶγμα νομίζων, εἰκότως φρίττει καὶ δέδοικεν ὡς εἰς τὸ μὴ εἶναι χωρῶν. Ἡμεῖς δὲ τῇ τοῦ Θεοῦ χάριτι τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθόντες, καὶ ἀποδημίαν τὸ πρᾶγμα εἶναι νομίζοντες, οὐκ ἂν εἴημεν