341
δίκαιοι τρέμειν, ἀλλὰ καὶ χαίρειν καὶ εὐθυμεῖσθαι, ὅτι τὸν ἐπίκηρον τοῦτον βίον ἀφέντες, ἐφ' ἕτερον ἐρχόμεθα ἀμείνω πολλῷ καὶ λαμπρότερον, καὶ τέλος οὐκ ἔχοντα. Ἅπερ οὖν καὶ ὁ Χριστὸς διδάσκων διὰ τῶν ἔργων, οὐ βίᾳ καὶ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ταῦτα, φησὶν, ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπῆλθε πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. Ἤδει δὲ καὶ ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Μεσονυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται πρὸς τὸν τῷ προδότῃ γνώριμον τόπον ἐλθεῖν, ἐκκόπτων τοῖς ἐπιβουλεύουσι τὸν πόνον, καὶ ἀπαλλάττων ταλαιπωρίας αὐτοὺς ἁπάσης, καὶ δείκνυσι τοῖς μαθηταῖς ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται· ὅπερ ἱκανὸν αὐτοὺς μάλιστα παραμυθήσασθαι ἦν· καὶ καθίστησιν ἑαυτὸν ὥσπερ ἐν δεσμωτηρίῳ ἐν τῷ κήπῳ. Ταῦτα ἐλάλησεν αὐτοῖς. Τί λέγεις; Καὶ μὴν τῷ Πατρὶ διελέγετο· καὶ μὴν ηὔχετο. ∆ιατί οὖν μὴ λέγεις, ὅτι παυσάμενος τῆς εὐχῆς ἦλθεν ἐκεῖ; Ὅτι οὐκ εὐχὴ ἦν, ἀλλὰ λαλιὰ διὰ τοὺς μαθητὰς γινομένη. Καὶ εἰσῆλθον οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν κῆπον. Οὕτως αὐτοὺς τοῦ δέους ἀπήλλαξεν, ὡς μὴ ἀντιτεῖναι λοιπὸν, ἀλλὰ καὶ εἰς τὸν κῆπον εἰσελθεῖν. Πῶς δὲ ὁ Ἰούδας ἐκεῖ ἤρχετο; ἢ πόθεν μαθὼν ἐκεῖ ἦλθεν; Ἐντεῦθεν δῆλον, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευεν. Οὐ γὰρ ἂν, εἴ γε οἴκοι διῆγεν, ἐπὶ τὴν ἔρημον ὁ Ἰούδας ἦλθεν, ἀλλ' ἐπὶ τὴν οἰκίαν, ἐκεῖ προσδοκῶν αὐτὸν εὑρήσειν καθεύδοντα. Ἵνα δὲ μὴ ἀκούσας κῆπον, κρύπτεσθαι νομίσῃς, ἐπήγαγεν, ὅτι Ἤδει ὁ Ἰούδας τὸν τόπον· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ πολλάκις συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Καὶ γὰρ πολλάκις αὐτοῖς συνεγένετο ἰδίᾳ, περὶ ἀναγκαίων διαλεγόμενος, καὶ ὧν οὐ θέμις ἑτέρους ἀκοῦσαι. Ποιεῖ δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις μάλιστα, καθαρὸν θορύβων ἐπιζητῶν ἀεὶ χωρίον, ὥστε μὴ τὴν διάνοιαν ἐκκρούεσθαι τῆς ἀκροάσεως. Ὁ δὲ Ἰούδας, παραλαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ. Καὶ οὗτοι πολλάκις καὶ ἄλλοτε ἔπεμψαν συλλαβεῖν αὐ 59.448 τὸν, ἀλλ' οὐκ ἴσχυσαν. Ὅθεν δῆλον, ὅτι καὶ τότε ἑκὼν ἑαυτὸν ἐξέδωκε. Καὶ πῶς τὴν σπεῖραν ἔπεισαν; Ἄνδρες ἦσαν στρατιῶται, χρημάτων ποιεῖν πάντα μεμελετηκότες. Ἰησοῦς δὲ, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξῆλθε, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Τουτέστιν, οὐκ ἀπὸ τῆς παρουσίας ἐκείνων περιέμενεν αὐτὰ μαθεῖν, ἀλλ' ἀταράχως ὡς πάντα εἰδὼς ταῦτα, οὕτω καὶ ἔλεγε καὶ ἐποίει. ∆ιατί δὲ μετὰ ὅπλων ἐπέρχονται μέλλοντες συλλαμβάνειν; Ἐδεδοίκεσαν τοὺς ἑπομένους· καὶ διὰ τοῦτο καὶ ἀωρὶ τῶν νυκτῶν ἐπέστησαν. Καὶ ἐξελθὼν λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν, Ἰησοῦν τὸν Ναζωραῖον. Εἶδες δύναμιν ἄμαχον, πῶς ἐν μέσῳ ὢν ἐπήρωσεν αὐτῶν τοὺς ὀφθαλμούς; Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν, ἐδήλωσεν ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον. Εἰ δὲ μὴ λαμπάδες ἦσαν, ἀπὸ τῆς φωνῆς γοῦν ἔδει γνωρίσαι· εἰ δὲ καὶ ἐκεῖνοι ἠγνόουν, πῶς ὁ Ἰούδας ἠγνόησεν, ὁ συνὼν αὐτῷ διηνεκῶς; Καὶ γὰρ καὶ αὐτὸς εἱστήκει μετ' αὐτῶν, καὶ οὐδὲν ᾔδει πλέον, ἀλλὰ καὶ ἔπεσε μετ' αὐτῶν ὕπτιος. Ἐποίησε δὲ τοῦτο ὁ Ἰησοῦς, δηλῶν, ὅτι οὐ μόνον συλλαβεῖν αὐτὸν οὐ δύνανται, ἀλλ' οὐδὲ ἰδεῖν ἐν μέσῳ ὄντα, εἰ μὴ αὐτὸς ἐνδοίη. Πάλιν λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ὢ τῆς ἀνοίας! τὸ ῥῆμα αὐτοῦ ἔβαλεν αὐτοὺς ὑπτίους, καὶ οὐδὲ οὕτως ἐπέστρεψαν τοσαύτην μαθόντες δύναμιν, ἀλλὰ πάλιν ἐπιτίθενται τοῖς αὐτοῖς. Ἐπεὶ οὖν τὰ αὐτοῦ πάντα ἐπλήρωσε, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι, καὶ λέγει αὐτοῖς· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν. Ὅρα τὸ ἀνεπαχθὲς τοῦ εὐαγγελιστοῦ, πῶς οὐχ ὑβρίζει τὸν προδότην, ἀλλὰ διηγεῖται τὸ γεγονὸς, ἓν μόνον δεῖξαι σπουδάζων, ὅτι τὸ πᾶν τῆς αὐτοῦ συγχωρήσεως γέγονεν. Εἶτα ἵνα μή τις λέγῃ, ὅτι αὐτὸς αὐτοὺς εἰς τοῦτο ἤγαγεν, ἑαυτὸν ἐγχειρίσας καὶ δῆλον καταστήσας αὐτοῖς, ἐπιδειξάμενος ἅπαντα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, καὶ οὐδεμίαν εἶχον ἀπολογίαν, τότε ἑαυτὸν ἐνεχείρισε, λέγων· Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε