343
οὗτος καὶ ἐνδοτέρω τοῦ Σίμωνος εἰσῆλθε; λέγει, Ὅτι καὶ τοῦ ἀρχιερέως γνώριμος ἦν· ὡς μηδένα θαυμάζειν, ὅτι ἠκολούθησε, μηδὲ ἐπὶ ἀνδρείᾳ αὐτὸν ἀνακηρύττειν. Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὢν καὶ μέχρι τῆς αὐλῆς ἦλθε, τῶν ἄλλων ἀναχω 59.450 ρησάντων. Τὸ μὲν οὖν ἐλθεῖν ἐκεῖ, πόθου· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον, ἀγωνίας καὶ φόβου. ∆ιὰ τοῦτο γὰρ καὶ ταῦτα ἀνέγραψεν ὁ εὐαγγελιστὴς, προοδοποιῶν τῇ ἀπολογίᾳ τῆς ἀρνήσεως. Οὐ γὰρ ὡς μέγα τι περὶ αὐτοῦ τίθησιν, ὅτι γνώριμος ἦν τῷ ἀρχιερεῖ· ἀλλ' ἐπειδὴ εἶπεν, ὅτι συνεισῆλθε τῷ Ἰησοῦ μόνος, ἵνα μὴ νομίσῃς ὅτι ὑψηλῆς γνώμης ἦν τὸ πρᾶγμα, τίθησι καὶ τὴν αἰτίαν. Ὅτι δὲ καὶ ὁ Πέτρος εἰσῆλθεν ἂν, εἴπερ ἐπετράπη, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γοῦν ἐξῆλθε, καὶ τὴν θυρωρὸν ἐκέλευσεν αὐτὸν εἰσαγαγεῖν, εὐθέως εἰσῆλθεν ὁ Πέτρος. ∆ιατί δὲ αὐτὸς αὐτὸν οὐκ εἰσήγαγεν; Τοῦ Χριστοῦ εἴχετο, καὶ ἐπηκολούθει. ∆ιὰ τοῦτο τὴν γυναῖκα ἐκέλευσεν εἰσαγαγεῖν αὐτόν. Τί οὖν ἡ γυνή; Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Ὁ δέ φησιν, Οὐκ εἰμί. Τί λέγεις, ὦ Πέτρε; οὐχὶ πρώην εἶπες, ὅτι, Ἂν δέῃ με καὶ τὴν ψυχὴν ὑπὲρ σοῦ θεῖναι, θήσω; τί τοίνυν γέγονεν, ὅτι οὐδὲ θυρωροῦ φέρεις ἐρώτησιν; Μὴ γὰρ στρατιώτης ἦν ὁ ἐρωτῶν; μὴ τῶν κατασχόντων τις; Θυρωρὸς ἦν εὐτελὴς καὶ ἀπεῤῥιμμένη, καὶ οὐδὲ ἡ ἐρώτησις θρασεῖα. Οὐ γὰρ εἶπε, Τοῦ πλάνου καὶ τοῦ λυμεῶνος μαθητὴς εἶ, ἀλλὰ, Τοῦ ἀνθρώπου τούτου· ὅπερ ἐλεούσης μᾶλλον καὶ κατακαμπτομένης ἦν. Ἀλλ' οὐδὲν τούτων ἤνεγκεν ὁ Πέτρος. Τὸ δὲ, Μὴ καὶ σὺ, διὰ τοῦτο εἴρηται, ἐπειδὴ ὁ Ἰωάννης ἔνδον ἦν· οὕτω προσηνῶς διελέγετο ἡ γυνή. Ἀλλ' οὐδενὸς τούτων ᾔσθετο, οὐδὲ εἰς τὸν νοῦν ἔλαβεν, οὐδὲ ὅτε τὸ πρῶτον, οὐδὲ ὅτε τὸ δεύτερον, ἀλλ' οὐδὲ τὸ τρίτον, ἀλλ' ἡνίκα ἀλέκτωρ ἐφώνησε· καὶ οὐδὲ τοῦτο αὐτὸν εἰς ἔννοιαν ἤγαγεν ἕως ὅτε ἔβλεψεν εἰς αὐτὸν ὁ Ἰησοῦς πικρόν. Καὶ αὐτὸς μὲν εἱστήκει θερμαινόμενος μετὰ τῶν τοῦ ἀρχιερέως δούλων· ὁ δὲ Χριστὸς ἔνδον κατείχετο δεδεμένος. Ταῦτα δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες, ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν ἐπιδεικνύμενοι. Ὁ οὖν ἀρχιερεὺς ἐρώτησε τὸν Χριστὸν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῆς διδασκαλίας. γʹ. Ὢ τῆς πονηρίας! συνεχῶς ἀκούων ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παῤῥησίᾳ διδάσκοντος, νῦν βούλεται μαθεῖν. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχον προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτων ἴσως, ποῦ εἰσιν, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι. Τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς οὐδενὸς ἑτέρου προσέχοντος αὐτῷ, ἀλλ' ἢ μόνων ἐκείνων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Τί οὖν ὁ Χριστός; Τοῦτο ἀνατρέπων, φησίν· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, οὐχὶ τοῖς μαθηταῖς ἰδίᾳ· ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῷ ἱερῷ. Τί οὖν; οὐδὲν ἐλάλησεν ἐν τῇ κρυφῇ; Ἐλάλησε μὲν, ἀλλ' οὐχ, ὡς οὗτοι ἐνόμιζον, δεδοικὼς καὶ συστάσεις ποιούμενος, ἀλλ' εἴ που τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν. Τί με ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας. Οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Ὅπερ οὖν ἀεχόμενος ἔλεγεν· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τοῦτο καὶ νῦν αἰνίττεται, ἐκ περιουσίας βουλόμενος ἀξιόπιστον καταστῆσαι τὴν μαρτυρίαν. Ἐπειδὴ γὰρ τῶν μαθητῶν, ὡς μαθητῶν ἐμνημόνευσε, τί φησιν; Ἐμὲ περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, τοὺς δήσαντας· οὗτοι λεγέτωσαν. Αὕτη γάρ ἐστι τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ὑπὲρ ὧν λέγει καλῇ μάρτυρας. Τί οὖν ὁ ἀρχιερεύς; ∆έον οὕτω 59.451 ποιήσασθαι τὴν ἐξέτασιν, τοῦτο μὲν οὐκ ἐποίησεν ἐκεῖνος· Εἷς δὲ τῶν παρεστηκότων ὑπηρετῶν ἔδωκεν αὐτῷ ῥάπισμα ταῦτα εἰπόντι. Τί τούτου γένοιτ' ἂν ἰταμώτερον; Φρίξον, οὐρανὲ, ἔκστηθι γῆ τῇ τοῦ ∆εσπότου μακροθυμίᾳ, καὶ τῇ τῶν δούλων ἀγνωμοσύνῃ. Καίτοι τί ποτε ἦν τὸ λεχθέν; οὐ γὰρ ὡς παραιτούμενος εἰπεῖν ἔλεγεν· Τί με ἐρωτᾷς; ἀλλὰ πᾶσαν ἐκκόψαι βουλόμενος ἀγνωμοσύνης ὑπόθεσιν. Καὶ ἐπὶ τούτοις ῥαπισθεὶς, πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ