345
μηδὲν εὑρὼν, ἀπέστειλεν αὐτὸν τῷ Πιλάτῳ. Ὁ Πιλᾶτος λέγει, Τίνα κατηγορίαν φέρετε κατ' αὐτοῦ; Καὶ οὐδὲ ἐνταῦθα ἔχουσί τι εἰπεῖν, ἀλλὰ στοχασμοῖς τισι κέχρηνται πόλιν. Ἐντεῦθεν αὐτὸς ἀπορήσας φησί· Λάβετε αὐτὸν, ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν ἐκεῖνοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. Τοῦτο δὲ ἔλεγον, Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. Καὶ πῶς τοῦτο ἐδήλου, Οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα; Ἢ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, ὅτι οὐχ ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι· ἢ ὅτι σταυρῶσαι αὐτοὺς οὐκ ἐξῆν. Εἰ δὲ λέγουσιν, Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα, κατὰ τὸν καιρὸν ἐκεῖνόν φασιν. Ἐπεὶ ὅτι γε ἀνῄρουν καὶ ἄλλῳ τρόπῳ ἀνῄρουν, δείκνυσιν ὁ Στέφανος λιθαζόμενος· ἀλλὰ σταυρῶσαι αὐτὸν ἐπεθύμουν, ἵνα καὶ τὸν τρόπον τῆς τελευτῆς ἐκπομπεύσωσιν. Ὁ δὲ Πιλᾶτος ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος, εἰς κρίσιν μὲν οὐκ ἀφίησι μακράν· εἰσελθὼν δὲ ἐρωτᾷ τὸν Ἰησοῦν, καί φησι· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ εἶπεν· Ἀπὸ σαυτοῦ τοῦτολέγεις, ἢ ἄλλοι σοι τοῦτο εἶπον; Τίνος ἕνεκεν τοῦτο ἐρωτᾷ ὁ Χριστός; Τὴν πονηρὰν τῶν Ἰουδαίων ἐκκαλύψαι γνώμην θέλων. Ἠκηκόει μὲν οὖν παρὰ πολλῶν τοῦτο ὁ Πιλᾶτος· ἐπειδὴ δὲ οὐδὲν ἔσχον εἰπεῖν ἐκεῖνοι ὑπὲρ τοῦ μὴ πολλὴν γίνεσθαι τὴν ἐξέτασιν, ὅπερ ἀεὶ περιεφέρετο, τοῦτο εἰς μέσον ἀγαγεῖν βούλεται. Ἐπειδὴ δὲ εἶπεν αὐτοῖς, ὅτι Κατὰ τὸν νόμον ὑμῶν κρίνετε αὐτὸν, δεῖξαι βουλόμενοι ὅτι οὐκ ἔστιν Ἰουδαϊκὸν τὸ ἁμάρτημα, λέγουσιν, ὅτι Οὐκ ἔξεστιν ἡμῖν. Οὐ γὰρ δὴ κατὰ τὸν νόμον τὸν ἡμέτερον ἥμαρτεν, ἀλλὰ κοινόν ἐστι τὸ ἔγκλημα. Τοῦτο οὖν συνιδὼν ὁ Πιλᾶτος, ὡς μέλλων κινδυνεύειν, λέγει· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Οὐ τοίνυν ἀγνοῶν ὁ Χριστὸς ἐρωτᾷ, ἀλλὰ καὶ ὑπ' αὐτοῦ κατηγορηθῆναι τοὺς Ἰουδαίους βουλόμενος, φησὶν, Ἄλλοι σοι εἶπον; Ὅπερ οὖν ἐμφαίνων ὁ Πιλᾶτος ἔλεγε· Μή τι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος σου καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἐνταῦθα βουλόμενος ἑαυτὸν ἀπαλλάξαι. Εἶτα ἐπειδὴ εἶπε, Σὺ εἶ ὁ βασιλεύς; ἐλέγχων αὐτὸν ὁ Ἰησοῦς φησι· Τοῦτο γὰρ ἤκουσας παρὰ τῶν Ἰουδαίων. Τίνος ἕνεκεν οὐκ ἀκριβῆ ποιῇ τὴν ἐξέτα 59.453 σιν; Εἶπον, ὅτι κακοποιός εἰμι· ἐρώτησον, τί κακὸν ἐποίησα. Ἀλλὰ τοῦτο μὲν οὐ ποιεῖς, ἁπλῶς δὲ αἰτίας συντιθεῖς. Ἀπὸ σαυτοῦ τοῦτο λέγεις, ἢ ἑτέρωθεν; Εἶτα ἐκεῖνος, ὅτι μὲν ἤκουσε, παραχρῆμα οὐκ ἔχει λέγειν, ἁπλῶς δὲ ἕπεται τῷ δήμῳ, Παρέδωκάν σε ἐμοὶ, λέγων. ∆εῖ οὖν σε ἐρωτῆσαι τί ἐποίησας. Τί οὖν ὁ Χριστός; Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀνάγει τὸν Πιλᾶτον οὐ σφόδρα ὄντα πονηρὸν, οὐδὲ κατ' ἐκείνους, καὶ βούλεται δεῖξαι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς, ἀλλὰ Θεὸς, καὶ Θεοῦ Υἱός. Καὶ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Ὅπερ ἐδεδοίκει τέως ὁ Πιλᾶτος, διέλυσε, τὴν τῆς τυραννίδος ὑποψίαν. Εἶτα οὐκ ἔστι ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία αὐτοῦ; Πάνυ μὲν οὖν. Πῶς οὖν φησιν, Οὐκ ἔστιν; Οὐχ ὅτι οὐ κρατεῖ καὶ ἐνταῦθα, ἀλλ' ὅτι καὶ ἄνωθεν ἔχει τὴν ἀρχὴν, καὶ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ πολλῷ μείζων ταύτης καὶ λαμπροτέρα. Εἰ οὖν μείζων, πῶς ὑπὸ ταύτης ἑάλω; Ἑκὼν καὶ ἑαυτὸν παραδούς. Ἀλλ' οὐκ ἀποκαλύπτει τέως τοῦτο, ἀλλὰ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. ∆είκνυσιν ἐνταῦθα τῆς βασιλείας τῆς παρ' ἡμῖν τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχύν· ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη. Ἐντεῦθεν οἱ αἱρετικοὶ λαβόντες ἀφορμὰς, ἀλλότριον αὐτὸν εἶναί φασι τοῦ ∆ημιουργοῦ. Τί οὖν, ὅταν λέγῃ, Εἰς τὰ ἴδια ἦλθε; τί δὲ, ὅταν λέγῃ, Οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου; Οὕτω καὶ τὴν βασιλείαν οὔ φησιν ἐντεῦθεν εἶναι, οὐ τὸν κόσμον ἀποστερῶν αὐτοῦ τῆς προνοίας καὶ τῆς ἐπιστασίας, ἀλλὰ δεικνὺς, ὅπερ ἔφην, οὐκ οὖσαν ἀνθρωπίνην οὐδὲ ἐπίκηρον. Τί οὖν ὁ Πιλᾶτος; Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι καὶ βασιλεύς εἰμι. Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ τοίνυν βασιλεὺς γεγέννηται, καὶ τὰ ἄλλα πάντα