346
γεγέννηται. καὶ οὐδὲν προσλαβὼν ἔχει. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν, μηδὲν ἄλλο ἢ τὴν γέννησιν νόμιζε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Καὶ διὰ τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· τουτέστιν, Ἵνα τοῦτο αὐτὸ εἴπω, καὶ διδάξω, καὶ πείσω πάντας. εʹ. Σὺ δὲ ταῦτα ἀκούων, ἄνθρωπε, καὶ ὁρῶν τὸν ∆εσπότην σου δεδεμένον καὶ περιαγόμενον, μηδὲν εἶναι τὰ παρόντα πράγματα νόμιζε. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν Χριστὸς τοσαῦτα ὑπέμεινε διὰ σέ· σὺ δὲ οὐδὲ ῥήματα πολλάκις φέρεις; Ἀλλ' αὐτὸς μὲν ἐμπτύεται, σὺ δὲ καλλωπίζῃ ἱματίοις καὶ δακτυλίοις, κἂν μὴ τῆς παρὰ πάντων εὐφημίας τύχῃς, ἀβίωτον εἶναι νομίζεις τὸν βίον. Καὶ οὗτος μὲν ὀνειδίζεται, σκώμματα φέρει, πληγὰς καταγελάστους κατὰ τῆς σιαγόνος· σὺ δὲ πανταχοῦ τιμᾶσθαι βούλει, καὶ οὐ φέρεις τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὐκ ἀκούεις Παύλου λέγοντος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ; Ὅταν οὖν σέ τις κωμῳδήσῃ, μνήσθητί σου τοῦ ∆εσπότου, ὅτι μετὰ χλεύης αὐτῷ προσεκύνουν, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων διέσυρον, καὶ εἰρωνείαν πολλὴν ἐπεδείκνυντο· αὐτὸς δὲ οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο, πραότητι καὶ ἐπιεικείᾳ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν· οὕτω γὰρ δυνησόμεθα καὶ ὕβρεως ἀπαλλαγῆναι πάσης. Οὐ γὰρ ὁ ὑβρίζων, ἀλλ' ὁ μικροψυχῶν καὶ ἀλγῶν ταῖς ὕβρεσιν. ἐκεῖνός ἐστιν ὁ κατασκευάζων τὰς ὕβρεις, 59.454 καὶ δάκνειν ποιῶν. Ἂν γὰρ μὴ ἀλγήσῃς, οὐχ ὑβρίσθης. Οὐ γὰρ παρὰ τοὺς ποιοῦντας, ἀλλὰ παρὰ τοὺς πάσχοντας γίνεται τὸ τὰ δεινὰ πάσχειν. Τί γὰρ ὅλως ἀλγεῖς; Εἰ μὲν ἀδίκως ὕβρισε, ταύτῃ μάλιστα ἀγανακτεῖν οὐ χρὴ, ἀλλ' ἐκεῖνον ἐλεεῖν· εἰ δὲ δικαίως, πολλῷ μᾶλλον ἡσυχάζειν χρή. Ὥσπερ γὰρ εἰ πένητα ὄντα πλούσιον προσεῖπέ τις, οὐδὲν πρὸς σὲ τῶν εἰρημένων ὁ ἔπαινος, ἀλλὰ χλευασία μᾶλλον τὸ ἐγκώμιον· οὕτως ἂν ὑβρίζων τὰ μὴ ὄντα εἴπῃ, οὐδὲν πρὸς σὲ πάλιν τὸ ὄνειδος. Εἰ δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς τῶν εἰρημένων, μὴ ἀλγήσῃς τοῖς ῥήμασιν, ἀλλὰ διόρθωσον τοῖς πράγμασι. Καὶ ταῦτα λέγω ἐπὶ τῶν ἀληθῶς ὕβρεων. Ἐπεὶ, ἂν πενίαν ὀνειδίζῃ καὶ δυσγένειαν, καταγέλαστον πάλιν. Οὐ γὰρ ὄνειδος ταῦτα τοῦ ἀκούοντος, ἀλλὰ τοῦ λέγοντος, ἅτε οὐκ εἰδότος φιλοσοφεῖν. Ἀλλ' ὅταν ἐπὶ πολλῶν ταῦτα λέγηται, φησὶν, ἀγνοούντων τὴν ἀλήθειαν, ἀφόρητον γίνεται τὸ ἕλκος. Τοῦτο μὲν μάλιστά ἐστι φορητὸν, ὅταν σοι θέατρον παρῇ μαρτύρων ἐπαινούντων, ἀποδεχομένων, σκωπτόντων ἐκεῖνον, κωμῳδούντων. Οὐ γὰρ ὁ ἀμυνόμενος, ἀλλ' ὁ μηδὲν εἰπὼν, οὗτος θαυμαστὸς παρὰ τοῖς νοῦν ἔχουσιν. Ἂν δὲ μηδεὶς ᾖ νοῦν ἔχων τῶν παρόντων, ταύτῃ μάλιστα αὐτὸν καταγέλασον, καὶ ἐντρύφησον τῷ θεάτρῳ τοῦ οὐρανοῦ. Ἐκεῖ γάρ σε πάντες ἐπαινέσονται καὶ κροτήσουσι καὶ ἀποδέξονται. Ἀρκεῖ δὲ εἷς ἄγγελος ἀντὶ τῆς οἰκουμένης ἁπάσης. Καὶ τί λέγω τοὺς ἀγγέλους, ὁπότε αὐτός σε ὁ ∆εσπότης ἀνακηρύξει; Τούτοις τοῖς λογισμοῖς γυμνάζωμεν ἑαυτούς. Οὐ γὰρ ἔστιν ἐλάττωμα ὑβρισθέντα σιγῆσαι, ἀλλὰ τοὐναντίον, ὑβρισθέντα ἀμύνασθαι. Εἰ γὰρ ἐλάττωμα ἦν τὸ φέρειν σιγῇ τὰ λεγόμενα, οὐκ ἂν εἶπεν ὁ Χριστός· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἂν μὲν οὖν τὰ μὴ ὄντα λέγῃ, καὶ διὰ τοῦτο αὐτὸν ἐλεῶμεν, ὅτι τὴν τῶν κατηγορούντων ἐπισπᾶται κόλασιν καὶ τιμωρίαν, οὐδὲ Γραφὰς ἀναγινώσκειν γινόμενος ἄξιος. Τῷ γὰρ ἁμαρτωλῷ φησιν ὁ Θεὸς, Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἂν δὲ τὰ ὄντα εἴπῃ, καὶ οὕτως ἐλεεινός. Ἐπεὶ καὶ ὁ Φαρισαῖος τὰ ὄντα ἔλεγεν· ἀλλὰ καὶ οὗτος τὸν μὲν ἀκούοντα ἔβλαψεν οὐδὲν, ἀλλὰ καὶ ὠφέλησεν· ἑαυτὸν δὲ ἀπεστέρησε μυρίων ἀγαθῶν, ναυάγιον ἀπὸ τῆς κατηγορίας ὑπομείνας ταύτης. Ὥστε ἀμφοτέρωθεν ἐκεῖνός ἐστιν ὁ ἀδικούμενος, οὐ σύ. Σὺ δὲ, ἂν νήφῃς, διπλᾶ κερδανεῖς, τό τε ἐξιλεοῦσθαι τὸν Θεὸν τῇ σιγῇ, καὶ τὸ μετριάζειν μειζόνως, καὶ ἀφορμὴν λαμβάνειν ἐκ τῶν εἰρημένων διορθοῦσθαι τὰ πεπραγμένα, καὶ τὸ τῆς δόξης τῆς ἀνθρωπίνης ὑπερορᾷν. Καὶ γὰρ ἐντεῦθεν ἡμῖν τὸ ἄλγος ἐγένετο, ὅτι πολλοὶ πρὸς τὴν τῶν