347
ἀνθρωπίνων ὑπόνοιαν κεχήνασιν. Οὕτως ἐὰν θελήσωμεν φιλοσοφεῖν, εἰσόμεθα καλῶς ὅτι οὐδὲν τὰ ἀνθρώπινα. Μάθωμεν τοίνυν, καὶ τὰ ἐλαττώματα ἑαυτῶν ἀναλογισάμενοι, διανύσωμεν τῷ χρόνῳ τὴν τούτων διόρθωσιν, τῷ μὲν παρόντι μηνὶ τοῦτο, τῷ δὲ ἐπιόντι τὸ ἕτερον, καὶ τῷ μετ' ἐκεῖνον ἄλλο πάλιν ὁρίσωμεν ἑαυτοὺς κατορθοῦν. Καὶ οὕτω, καθάπερ βαθμοῖς τισιν ἀναβαίνοντες, φθάσωμεν πρὸς τὸν οὐρανὸν διὰ τῆς κλίμακος τοῦ Ἰακώβ. Καὶ γὰρ ἡ κλῖμαξ ἐκείνη καὶ τοῦτό μοι διὰ τῆς ὄψεως ἐκείνης αἰνίττεσθαι δοκεῖ, τὴν μετὰ μικρὸν διὰ τῆς ἀρετῆς ἀνάβασιν, δι' ἧς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβῆναι ἔνι, οὐ βαθμοῖς αἰσθητοῖς χρωμένοις, ἀλλ' ἐπιδόσει τρόπων καὶ διορθώσει. Ἐπιλαβώμεθα τοίνυν τῆς ἀποδημίας ταύτης καὶ τῆς ἀναβάσεως, ἵνα ἐπι 59.455 τυχόντες τῶν οὐρανῶν καὶ τῶν ἐκεῖ πάντων ἀπολαυσώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν 59.456 Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
59.455 ΟΜΙΛΙΑ Π∆ʹ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας,
ἀκούει μου τῆς φωνῆς. αʹ. Θαυμαστὸν ἡ μακροθυμία, καὶ ὥσπερ ἐν εὐδίῳ λιμένι καθίστησι τὴν
ψυχὴν, κυμάτων ἀπαλλάττουσα καὶ πνευμάτων πονηρῶν. Καὶ ταύτην πανταχοῦ μὲν ἡμᾶς ὁ Χριστὸς ἐπαίδευσεν· μάλιστα δὲ νῦν, κρινόμενος καὶ ἀγόμενος καὶ περιαγόμενος. Καὶ γὰρ πρὸς τὸν Ἄνναν ἀπενεχθεὶς, μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας, καὶ πρὸς τὸν ῥαπίσαντα ὑπηρέτην εἶπε τὰ πάντα καθελεῖν δυνάμενα τῦφον· κἀκεῖθεν πρὸς Καϊάφαν, εἶτα πρὸς τὸν Πιλᾶτον ἐλθὼν, καὶ ὁλόκληρον δαπανήσας νύκτα ἐν τούτοις, διὰ πάντων τὴν αὐτοῦ πραότητα ἐπιδείκνυται· καὶ λεγόντων, ὅτι κακοποιός ἐστι, καὶ ἐλέγξαι μὴ δυναμένων, εἱστήκει σιγῶν· ὅτε δὲ ἠρωτήθη περὶ τῆς βασιλείας, τότε ἐφθέγξατο πρὸς τὸν Πιλᾶτον, παιδεύων αὐτὸν καὶ ἀνάγων πρὸς ὑψηλότερα. Ἀλλὰ τί δήποτε ὁ Πιλᾶτος οὐκ ἐπ' αὐτῶν ποιεῖται τὴν ἐξέτασιν, ἀλλ' ἰδίᾳ εἰς τὸ πραιτώριον εἰσελθών; Μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μὴ θορυβούντων Ἰουδαίων πάντα ἀκριβῶς μαθεῖν. Εἶτα ἐπειδὴ εἶπε, Τί ἐποίησας; περὶ μὲν τούτου οὐδὲν ἀπεκρίνατο· περὶ δὲ οὗ μάλιστα ὁ Πιλᾶτος ἀκοῦσαι ἐπόθει, τῆς βασιλείας τῆς αὐτοῦ, περὶ ταύτης ἀποκρίνεται λέγων· Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· τουτέστι, Βασιλεὺς μέν εἰμι, ἀλλ' οὐ τοιοῦτος οἷον ὑποπτεύεις, ἀλλὰ πολλῷ λαμπρότερος· καὶ διὰ τούτων καὶ διὰ τῶν ἑξῆς, ὅτι οὐδὲν εἴργασται αὐτῷ δεινὸν, ἀποφαίνων. Ὁ γὰρ εἰπὼν, Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ, δείκνυσιν οὐδὲν εἰργασμένον αὐτῷ δεινόν. Εἶτα εἰπὼν, Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς, ἐπισπᾶται διὰ τούτων, καὶ πείθει γενέσθαι τῶν λεγομένων ἀκροατήν. Εἴ τις γάρ ἐστι, φησὶν, ἀληθὴς, καὶ ταῦτα ποθεῖ, πάντως ἀκούσεταί μου. Οὕτω γοῦν καὶ αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασιν, ὡς εἰπεῖν, Τί ἐστιν ἀλήθεια; Ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵσταται. Συνεῖδε γὰρ, ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα· θέλει δὲ αὐτὸν ἐξαρπάσαι τῆς ὁρμῆς τῶν Ἰουδαίων. ∆ιὸ καὶ ἐξῆλθε. Καὶ τί φησιν; Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Καὶ σκόπει πῶς συνετῶς. Οὐ γὰρ εἶπεν, ὅτι Ἐπειδὴ ἥμαρτε καὶ ἄξιός ἐστι θανάτου, χαρίσασθε αὐτὸν τῇ ἑορτῇ· ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἐκ περιουσίας ἀξιοῖ, εἰ καὶ μὴ βούλοιντο ὡς ἀθῶον ἀφιέναι, κἂν ὡς ὑπεύθυνον τῷ καιρῷ χαρίσασθαι· διὸ καὶ ἐπήγαγεν· Ἔστι συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ἐν τῷ Πάσχα· εἶτα ἐντρεπτικῶς, Βούλεσθε οὖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων, Ἔκραξαν οὖν πάντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ὢ τῆς μιαρᾶς γνώμης! τοὺς μὲν ὁμοτρόπους αἰτοῦσι, καὶ τοὺς ὑπευθύνους ἀφιᾶσι· τὸν