348
δὲ ἀνεύθυνον κολάσαι κελεύουσιν· οὗτος γὰρ αὐτοῖς ἄνωθεν ὁ νόμος. Σὺ δὲ διὰ πάντων σκόπει τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου ἐπὶ τούτοις. Ἐμάστιξεν αὐτὸν ὁ Πιλᾶτος, τάχα ἐκλῦσαι βουλόμενος καὶ παραμυθήσασθαι τὸν Ἰουδαϊκὸν ζῆλον. Ἐπειδὴ γὰρ τοῖς προτέροις οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου τὸ δεινὸν στῆσαι, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, 59.456 τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν. ∆ιὰ τοῦτο καὶ ἐστεφανωμένον ἐξήγαγε πρὸς αὐτοὺς, ἵνα τὴν ὕβριν τὴν εἰς αὐτὸν γεγενημένην ἰδόντες, μικρὸν ἀναπνεύσωσι τοῦ πάθους καὶ ἐμέσωσι τὸν ἰόν. Καὶ πῶς οἱ στρατιῶται ταῦτα ἐποίουν, εἴ γε μὴ ἐπίταγμα τοῦ ἄρχοντος ἦν; Εἰς χάριν τὴν Ἰουδαϊκήν· ἐπεὶ οὐδὲ τὴν ἀρχὴν παρ' ἐκείνου κελευσθέντες εἰσῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χαριζόμενοι, χρημάτων ἕνεκεν πάντα ἐτόλμων. Ἀλλ' ὅμως τοσούτων καὶ τηλικούτων γενομένων αὐτὸς εἱστήκει σιγῶν· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐξετάσεως ἐποίησε, καὶ οὐδὲν ἀπεκρίνατο. Σὺ δὲ μὴ μόνον ἄκουε ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας ἔχε διηνεκῶς, καὶ τὸν βασιλέα τῆς οἰκουμένης καὶ τῶν ἀγγέλων πάντων ὁρῶν χλευαζόμενον ὑπὸ στρατιωτῶν, διὰ ῥημάτων, διὰ πραγμάτων, καὶ πάντα φέροντα σιγῇ, μιμοῦ διὰ τῶν ἔργων αὐτόν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Πιλᾶτος, Τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ σχῆμα αὐτῷ χλευασίας λοιπὸν περιτιθέασιν. Εἶτα ἐξαγαγὼν αὐτὸν, φησί· Οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. Ἐξῆλθεν οὖν ἔχων τὸν στέφανον, καὶ οὐδὲ οὕτως ἐσβέσθη ἡ ὀργὴ, ἀλλ' ἐβόων· Σταύρωσον, σταύρωσον αὐτόν. Ἰδὼν τοίνυν ὁ Πιλᾶτος εἰκῆ πάντα γινόμενα, φησίν· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν. Ἐγὼ γὰρ, φησὶν, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. βʹ. Ὅρα διὰ πόσων ὁ δικαστὴς ἀπολογεῖται, συνεχῶς αὐτὸν ἀπαλλάττων ἐγκλημάτων· ἀλλὰ τοὺς κύνας οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον αὐτοῖς ὠθοῦντος. Αὐτοὶ μὲν οὖν ἤγαγον αὐτὸν, ἵνα μετὰ τῆς τοῦ ἄρχοντος κρίσεως τοῦτο γένηται· συνέβη δὲ τοὐναντίον, ἀπὸ τῆς κρίσεως τοῦ ἄρχοντος αὐτὸν ἀπολύεσθαι μᾶλλον. Εἶτα, ἐπειδὴ κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα λέγειν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους διαλεγομένων αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ' αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καὶ δέδοικε μήποτε ᾖ ἀληθὲς τὸ λεγόμενον, καὶ δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ' ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. ∆ιὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί ἐποίησας; ἀλλ' ἄνωθεν πάλιν ὑπὸ τοῦ φόβου κατασειόμενος ποιεῖται τὴν ἐξέτασιν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός; Ἀλλ' οὐκ ἀπεκρίνατο. Ὁ γὰρ ἀκούσας, ὅτι Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, καὶ, ὅτι Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν, καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ. Εἶτα ἐκεῖνοι πάντοθεν ἐπιστομιζό 59.457 μενοι, ἐπὶ δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι, λέγοντες· Ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Ἐχρῆν οὖν τοῦτο ἐξετάσαι μετὰ ἀκριβείας, εἴ γε τυραννίδι ἐπέθετο, καὶ τὸν Καίσαρα τῆς βασιλείας ἐκβαλεῖν ἐπεχείρησεν. Ἀλλ' οὐ ποιεῖται τὴν ἐξέτασιν μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο οὐδὲν αὐτῷ ἀπεκρίνατο, ἐπειδὴ ᾔδει εἰκῆ πάντα ἐρωτῶντα. Καὶ ἄλλως δὲ, τῶν ἔργων μαρτυρούντων αὐτῷ, οὐκ ἐβούλετο διὰ λόγου νικᾷν καὶ ἀπολογίαν συντιθέναι, δεικνὺς ὅτι ἑκὼν ἐπὶ τοῦτο ἔρχεται. Ἐπεὶ οὖν ἐσίγησε, φησὶν