349
ὁ Πιλᾶτος· Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε; Ὁρᾷς πῶς ἑαυτὸν προκατέκρινεν; Εἰ γὰρ ἐν σοὶ τὸ πᾶν κεῖται, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπολύεις; Ἐπεὶ οὖν καθ' ἑαυτοῦ τὴν ἀπόφασιν ἐξήνεγκε, τότε λέγει· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι· δεικνὺς, ὅτι καὶ αὐτὸς ὑπεύθυνος ἁμαρτίᾳ ἐστίν. Εἶτα κατασπῶν αὐτοῦ τὸ φρόνημα καὶ τὸν τῦφον, φησίν· Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον· δηλῶν οὐχ ἁπλῶς καὶ κατὰ τὴν τῶν πολλῶν ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. Ἵνα δὲ μὴ ἀκούσας, Εἰ μὴ ἦν σοι δεδομένον, νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, διὰ τοῦτο εἶπε· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Καὶ μὴν εἰ δεδομένον ἦν, οὔτε οὗτος, οὔτε ἐκεῖνοι ὑπεύθυνοι ἐγκλημάτων. Εἰκῆ ταῦτα λέγεις· τὸ γὰρ ∆εδομένον ἐνταῦθα τὸ Συγκεχωρημένον ἐστίν· ὡσανεὶ ἔλεγεν· Εἴασε ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς πονηρίας ἐκτὸς ὑμεῖς. Κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν· ὅθεν καὶ ἐζήτει αὐτὸν ἀπολῦσαι ἐκεῖνος. Ἀλλ' αὐτοὶ πάλιν ἔκραζον· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ νόμου παραγαγόντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, λέγοντες· Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ποῦ οὗτος τύραννος ἐφάνη; πόθεν δὲ ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἁλουργίδος; ἀπὸ τοῦ διαδήματος· ἀπὸ τοῦ σχήματος; ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μόνος ἀεὶ μετὰ τῶν δώδεκα μαθητῶν ἐβάδισε, πάντα εὐτελῶς μετιὼν, καὶ τροφὴν, καὶ στολὴν, καὶ οἴκησιν; Ἀλλ' ὢ τῆς ἀναιδείας καὶ τῆς ἀκαίρου δειλίας! ὁ γὰρ Πιλᾶτος, νομίσας κινδυνεύειν λοιπὸν, εἰ παρίδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάζων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου)· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς. Ὅτι γὰρ οὕτως αὐτὸ ἐποίει, ἄκουσον τί φησιν· Ἴδε ὁ βασιλεὺς ὑμῶν. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι, Σταύρωσον, πάλιν ἐπήγαγε λέγων· Τὸν βασιλέα ὑμῶν σταυρώσω, Οἱ δὲ ἔκραζον, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Ἑκόντες ἑαυτοὺς ὑπέβαλον τῇ κολάσει. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτε καὶ αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ καὶ τῆς ἐπιστασίας ἑαυτοὺς ἐξέβαλον. Καὶ ἐπειδὴ ὁμοφώνως ἠρνήσαντο τὴν βασιλείαν, εἴασεν αὐτοὺς ταῖς ἑαυτῶν ψήφοις περιπεσεῖν. Καίτοι τὰ λεγόμενα ἱκανὰ παῦσαι τῆς ὀργῆς αὐτοὺς λοιπόν. Ἀλλ' ἐδεδοίκεσαν, μὴ πάλιν ἀφεθεὶς ὀχλαγωγήσῃ, καὶ πάντα ὑπὲρ τούτου ἔπραττον. ∆εινὸν γὰρ ἡ φιλαρχία, δεινὸν καὶ ψυχὴν ἱκανὸν ἀπολέσαι. ∆ιὰ τοῦτο οὐδέποτε αὐτοῦ ἤκουσαν. Ἀλλ' ὁ μὲν Πιλᾶτος ἀπὸ ψιλῶν ῥημάτων ἐβούλετο ἀφεῖναι· οὗτοι δὲ ἔγκεινται λέγοντες, Σταύρωσον. Καὶ τί δήποτε οὕτως ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. ∆εδοικότες οὖν μή τις 59.458 αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσι καὶ ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες, ὅτι διὰ τῶν κωλυμάτων αἴρεται ἡ ἀλήθεια. Ὅτι γὰρ τοῦτο ὑπώπτευον, ἄκουσον τί φασιν· Ἡμεῖς ἠκούσαμεν, ὅτι [ὁ] πλάνος ἐκεῖνος εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. ∆ιὰ τοῦτο πάντα ἐκύκων, ἄνω καὶ κάτω στρέφοντες, ὥστε τὰ μετὰ ταῦτα λυμήνασθαι· καὶ συνεχῶς ἐπεβόων, Σταύρωσον, δῆμος ἄτακτος ὑπὸ τῶν ἀρχόντων διεφθαρμένος. γʹ. Ἡμεῖς δὲ μὴ μόνον ἀναγινώσκωμεν ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας φέρωμεν αὐτὰ, τὸν στέφανον τὸν ἀκάνθινον, τὸ ἱμάτιον, τὸν κάλαμον, τὰ ῥαπίσματα, τὰς ἐπὶ κόῤῥης πληγὰς, τὰ ἐμπτύσματα, τὴν εἰρωνείαν. Ἱκανὰ γὰρ ταῦτα συνεχῶς στρεφόμενα ἅπασαν ὀργὴν καθελεῖν. Κἂν χλευαζώμεθα, κἂν ἀδίκως τι πάσχωμεν, συνεχῶς λέγωμεν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ τὰ παρὰ τῶν Ἰουδαίων λεγόμενα προφέρωμεν εἰς μέσον, ἅπερ ἐφθέγξαντο λυττῶντες καὶ λέγοντες, ὅτι ∆αιμόνιον ἔχεις· καὶ, Σαμαρείτης εἶ σύ· καὶ, ὅτι Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ὑπέμεινεν, ἵνα αὐτοῦ κατ' ἴχνος βαίνωμεν ἡμεῖς, καὶ σκώμματα φέρωμεν, ἃ μάλιστα τῶν λοιδοριῶν ἐξίστησιν. Ἀλλ' ὅμως αὐτὸς οὐ μόνον ἔφερε ταῦτα, ἀλλὰ καὶ πάντα ἔπραττεν, ὥστε σῶσαι καὶ