350
ἀπαλλάξαι τοὺς ταῦτα ποιοῦντας τῆς ἀποκειμένης κολάσεως. Καὶ γὰρ καὶ τοὺς ἀποστόλους ἐπὶ τῇ τούτων ἔπεμψε σωτηρίᾳ. Ἀκούεις γοῦν αὐτῶν λεγόντων, ὅτι «Οἴδαμεν ὅτι κατὰ ἄγνοιαν ἐπράξατε,» καὶ διὰ τούτων εἰς μετάνοιαν αὐτοὺς ἑλκόντων. Ταῦτα καὶ ἡμεῖς ζηλώσωμεν. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεω ποιεῖ, ὡς τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, καὶ εὖ ποιεῖν τοὺς ἐπηρεάζοντας. Ὅταν τις ἐπηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεῦδος ἀπὸ τοῦ διαβόλου, καὶ τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὅταν κωμῳδοῦντα ἴδῃς, ἐννόησον ὅτι ὁ διάβολός ἐστιν αὐτὸν ὁ κινῶν. Οὐ γὰρ Χριστιανῶν τὰ σκώμματα. Ὁ γὰρ κελευσθεὶς πενθεῖν, καὶ ἀκούων, Οὐαὶ οἱ γελῶντες! εἶτα ὀνειδίζων καὶ σκώπτων καὶ διακαιόμενος, οὐ τοῦ λοιδορεῖσθαι παρ' ἡμῶν, ἀλλὰ θρηνεῖσθαι ἄξιος, ἐπεὶ καὶ ὁ Χριστὸς ἐταράχθη τὸν Ἰούδαν ἐννοήσας. Ταῦτα οὖν ἅπαντα μελετῶμεν ἐπὶ τῶν ἔργων. Ἂν γὰρ ταῦτα μὴ κατορθώσωμεν, εἰκῆ καὶ μάτην εἰς τὸν κόσμον ἤλθομεν· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ. Οὐ γάρ ἐστιν ἡ πίστις ἱκανὴ εἰς τὴν βασιλείαν εἰσαγαγεῖν, ἀλλὰ καὶ ταύτῃ μάλιστα κατακρῖναι τοὺς βίον φαῦλον ἐπιδεικνυμένους ἔχει. Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· καὶ πάλιν, Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ἐντὸς τῶν βασιλείων γινόμενοι, καὶ εἰς τὰ ἄδυτα διακύψαι καταξιωθέντες, καὶ κοινωνοὶ καταστάντες μυστηρίων ἁμαρτιῶν ἀπαλλαττόντων, τῶν οὐδενὸς τούτων μετεσχηκότων Ἑλλήνων γινόμενοι χείρους; Εἰ γὰρ ἐκεῖνοι διὰ δόξαν κενὴν τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, πολλῷ μᾶλλον ἡμᾶς διὰ τὸ τῷ Θεῷ δοκοῦν χρὴ πᾶσαν ἀρετὴν ἐπιέναι. Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν· ἀλλ' ἐκεῖνοι μὲν καὶ τῆς ἑαυτῶν πολλάκις ὑπερεῖδον ψυχῆς, καὶ παῖδας ἐπέδωκαν ἐν πολέμοις τῇ τῶν δαιμόνων μανίᾳ, καὶ τῆς φύσεως κατεφρόνησαν διὰ τοὺς δαίμονας· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου διὰ τὸν Χριστὸν, οὐδὲ ὀργῆς διὰ τὸ δοκοῦν τῷ 59.459 Θεῷ, ἀλλὰ φλεγμαίνομεν, καὶ πυρεττόντων οὐδὲν ἄμεινον διακείμεθα. Καὶ καθάπερ ἐκεῖνοι τῷ κακῷ κατεχόμενοι διακαεῖς εἰσιν, οὕτω καὶ ἡμεῖς, ὥσπερ ἀπὸ πυρός τινος ἀγχόμενοι, οὐδαμοῦ τῆς ἐπιθυμίας στῆναι δυνάμεθα, καὶ ὀργὴν καὶ φιλοχρηματίαν αὔξοντες. ∆ιὰ ταῦτα αἰσχύνομαι καὶ ἐκπλήττομαι, παρὰ μὲν Ἕλλησι βλέπων χρημάτων ὑπερορῶντας, παρὰ δὲ ἡμῖν μαινομένους ἅπαντας. Εἰ γὰρ καὶ τούτων εὕροιμέν τινας καταφρονοῦντας, ἀλλ' ἑτέροις ἁλίσκονται, θυμῷ καὶ βασκανίᾳ· καὶ πρᾶγμα δύσκολον, καθαρὰν φιλοσοφίαν εὑρεῖν. Τὸ δὲ αἴτιον, οὐ σπουδάζομεν τὰ φάρμακα λαβεῖν παρὰ τῶν Γραφῶν, οὐδὲ μετὰ κατανύξεως αὐταῖς προσέχομεν, καὶ ὀδύνης καὶ στεναγμοῦ, ἀλλ' ἁπλῶς, εἴποτε σχολὴν ἀγάγοιμεν. ∆ιὰ τοῦτο, ἐπειδὰν πολὺς φορυτὸς ἔλθῃ βιωτικῶν πραγμάτων, ἐπικλύζει πάντα, καὶ εἴ τι γέγονε κέρδος, ἀπόλλυσιν. Οὐδὲ γὰρ, εἴ τις τραῦμα ἔχων, εἶτα φάρμακον ἐπιτιθεὶς, μὴ μετὰ ἀκριβείας ἐπιδήσειεν, ἀλλ' ἐάσειεν ἐκπεσεῖν, καὶ ὕδατι, καὶ κόνει, καὶ αὐχμῷ, καὶ μυρίοις ἑτέροις τοῖς δυναμένοις ἐπιτρίψαι τὸ ἕλκος ἑαυτοῦ ἐκδοίη, γενήσεταί τι πλέον αὐτῷ· ἀλλὰ οὐ παρὰ τὴν τῶν φαρμάκων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Τοῦτο καὶ ἡμῖν συμβαίνειν εἴω 59.460 θεν, ὅταν τοῖς μὲν θείοις λογίοις μικρὸν προσέχωμεν, τοῖς δὲ βιωτικοῖς ἀθρόον ἑαυτοὺς ἐκδῶμεν καὶ διηνεκῶς. Οὕτω γὰρ ὁ σπόρος ἀποπνίγεται πᾶς, καὶ πάντα ἄκαρπα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, μικρὸν διαβλέψωμεν, ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, καὶ κατανεύσωμεν εἰς τὰ μνήματα καὶ τὰς σοροὺς τῶν ἀπελθόντων. Καὶ ἡμᾶς γὰρ τὸ αὐτὸ μένει τέλος, καὶ αὐτὴ τῆς ἀποδημίας ἀνάγκη πολλάκις πρὸ τῆς ἑσπέρας ἡμῖν ἐπιστήσεται. Παρασκευαζώμεθα τοίνυν πρὸς τὴν ἔξοδον ταύτην. Καὶ γὰρ πολλῶν ἡμῖν δεῖ τῶν ἐφοδίων· ἐπεὶ καὶ πολὺ τὸ καῦμα ἐκεῖ, πολὺς ὁ αὐχμὸς, πολλὴ ἡ ἐρημία. Οὐκ ἔστιν εἰς πανδοχεῖον καταλῦσαι λοιπόν· οὐκ ἔστιν ἀγοράσαι τι, μὴ πάντα ἐντεῦθεν λαβόντα. Ἄκουσον γοῦν τί λέγουσιν αἱ παρθένοι· Ὑπάγετε πρὸς τοὺς πωλοῦντας·