351
ἀλλ' οὐχ εὗρον ἀπελθοῦσαι. Ἄκουσον τί φησιν ὁ Ἀβραὰμ, ὅτι Χάσμα μεταξὺ ἡμῶν καὶ ὑμῶν. Ἄκουσον τί φησιν ὁ Ἰεζεκιὴλ περὶ τῆς ἡμέρας ἐκείνης, ὅτι Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ τοὺς υἱοὺς αὐτῶν οὐ μὴ ῥύσονται. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τούτων ἀκοῦσαι τῶν ῥημάτων, ἀλλ' ἀρκοῦντα τῆς αἰωνίου ζωῆς λαβόντας ἐντεῦθεν τὰ ἐφόδια, μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.459 ΟΜΙΛΙΑ ΠΕʹ. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξ ῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον,
Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν.
αʹ. Αἱ εὐπραγίαι τοὺς οὐ προσέχοντας δειναὶ καταβαλεῖν καὶ παρασῦραι. Οὕτως καὶ Ἰουδαῖοι παρὰ τὴν ἀρχὴν ἀπολαύοντες τῆς τοῦ Θεοῦ ῥοπῆς, τὸν νόμον τῆς τῶν ἐθνῶν βασιλείας ἐπεζήτουν, καὶ ἐν ἐρήμῳ μετὰ τὸ μάννα κρομμύων ἐμέμνηντο. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, τὴν βασιλείαν τοῦ Χριστοῦ παραιτούμενοι, τὴν τοῦ Καίσαρος ἐπ' αὐτοὺς ἐκάλουν. Τοιγάρτοι διὰ τοῦτο ἐπέστησεν αὐτοῖς βασιλέα κατὰ τὴν αὐτῶν ἀπόφασιν. Ἐπεὶ οὖν ταῦτα ἤκουσεν ὁ Πιλᾶτος, παρέδωκεν αὐτὸν ἵνα σταυρωθῇ· σφόδρα ἀλόγως. ∆έον γὰρ ἐρωτῆσαι, εἴ γε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδα, ἀπὸ τοῦ φόβου μόνου τὴν ἀπόφασιν ἤνεγκε· καίτοι γε ἵνα μὴ τοῦτο πάθῃ, προλαβὼν ὁ Χριστός φησιν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀλλὰ τοῖς παροῦσιν ἑαυτὸν ὅλον δοὺς, οὐδὲν μέγα φιλοσοφῆσαι ἠθέλησε· καίτοι τὸ τῆς γυναικὸς ὄναρ ἱκανὸν ἦν αὐτὸν καταπλῆξαι. Ἀλλ' οὐδενὶ τούτων ἐγένετο βελτίων, οὐδὲ πρὸς τὸν οὐρανὸν εἶδεν, ἀλλὰ παρέδωκεν αὐτόν. Οἱ δὲ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν ὡς καταδίκῳ λοιπόν. Καὶ γὰρ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Οὕτω καὶ ἐν τῷ τύπῳ γέγονε· καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν. Ἀλλὰ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα (τύπος γὰρ ἦν)· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν· ἀλήθεια γὰρ ἦν. Καὶ ἦλθεν εἰς τὸν Κρανίου τόπον. Τινές φασιν ἐκεῖ τὸν Ἀδὰμ τετελευτηκέναι καὶ κεῖσθαι· καὶ τὸν Ἰησοῦν ἐν τῷ τόπῳ, ἔνθα ὁ θάνατος ἐβασίλευσεν, ἐκεῖ καὶ τὸ τρόπαιον στῆσαι. Καὶ γὰρ τρόπαιον ἐξῄει βαστάζων τὸν σταυρὸν κατὰ τῆς τοῦ θανάτου τυραννίδος· καὶ καθάπερ οἱ νικηταὶ, οὕτω καὶ αὐτὸς ἐπὶ τῶν ὤμων ἔφερε τὸ τῆς νίκης σύμβολον. Τί γὰρ, εἰ καὶ ἑτέρᾳ γνώμῃ ἐπέταττον ταῦτα οἱ Ἰουδαῖοι; 59.460 Σταυροῦσι δὲ αὐτὸν καὶ μετὰ λῃστῶν, ἄκοντες καὶ ἐν τούτῳ τὴν προφητείαν πληροῦντες. Ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει· ἵνα μάθῃς ὅση αὐτῆς ἡ δύναμις. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης, ὅτι Μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλετο τοιγαροῦν συσκιάσαι τὸ γινόμενον ὁ δαίμων· ἀλλ' οὐκ ἴσχυσεν. Ἐσταυρώθησαν μὲν γὰρ οἱ τρεῖς, ἔλαμψε δὲ μόνος ὁ Ἰησοῦς· ἵνα μάθῃς, ὅτι ἡ δύναμις αὐτοῦ τὸ πᾶν εἰργάσατο. Καίτοι τῶν τριῶν ἐπὶ τοῦ σταυροῦ προσηλωμένων, τὰ θαύματα οὕτως ἐγένετο· ἀλλ' ὅμως οὐδεὶς οὐδὲν τῶν γινομένων ἐπέτρεψεν οὐδενὶ ἐκείνων, ἀλλ' ἢ μόνῳ τῷ Ἰησοῦ· οὕτως ἕωλος ἡ τοῦ διαβόλου ἐπιβουλὴ γέγονε, καὶ εἰς τὴν αὐτοῦ τὸ πᾶν περιετράπη κεφαλήν. Καὶ γὰρ ἐκ τῶν δύο τούτων διεσώθη εἷς. Οὐ μόνον τοίνυν οὐκ ἐπηρέασε τῇ δόξῃ τοῦ σταυρουμένου, ἀλλὰ καὶ συνετέλεσεν οὐ μικρόν· τοῦ γὰρ κλονῆσαι τὰς πέτρας οὐκ ἔλαττον ἦν τὸ λῃστὴν ἐν σταυρῷ μεταβαλεῖν, καὶ εἰς παράδεισον εἰσαγαγεῖν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλον ἐξέδωκαν, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἵνα μηδενὶ λοιπὸν ἐξῇ πονηρὰς ἐπιφέρειν αἰτίας καὶ