352
κατηγορεῖν ὡς φαύλου τινὸς καὶ πονηροῦ, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ πάντων τῶν κατηγορεῖν βουλομένων, καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ τροπαίου τινὸς, οὕτω τὰ γράμματα ἔθηκεν, λαμπρὰν ἀφιέντα φωνὴν, καὶ τὴν νίκην δηλοῦντα, καὶ τὴν βασιλείαν ἀνακηρύττοντα, εἰ καὶ μὴ ὁλόκληρον· καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ φωναῖς δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι εἰκὸς μιγάδας ἐν τοῖς Ἰουδαίοις διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τῶν Ἰουδαίων τὴν μανίαν ἐστηλίτευσε. Καὶ γὰρ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον. Καίτοι τί τοῦτο 59.461 ὑμᾶς ἔβλαπτεν; Οὐδέν. Εἰ γὰρ θνητὸς ἦν καὶ ἀσθενὴς καὶ σβέννυσθαι ἔμελλε, τί δεδοίκατε τὰ γράμματα λέγοντα, ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων; Καὶ τί φασιν; Εἶπε, ὅτι αὐτὸς εἶπεν. Νῦν μὲν γὰρ ἀπόφασίς ἐστι καὶ κοινὴ ψῆφος· ἂν δὲ προστεθῇ, ὅτι Ἐκεῖνος εἶπε, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας δείκνυται τὸ ἔγκλημα ὄν. Ἀλλ' οὐχ ὁ Πιλᾶτος παρετράπη, ἀλλ' ἐπὶ τῆς προτέρας ἔστη γνώμης. Οὐ μικρὸν δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται, ἀλλὰ τὸ πᾶν. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τῷ καὶ φόβον ἐπικεῖσθαι, καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, ἔμελλε δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυρούς· ἵνα μὴ ἀγνοῆται ὁ τοῦ ∆εσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσον αὐτὸν κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν, τίτλους οὐκ εἶχον. Οἱ δὲ στρατιῶται διενείμαντο τὰ ἱμάτια, τὸν δὲ χιτῶνα οὐκ ἔτι. Ὅρα πανταχοῦ δι' ὧν ἐπονηρεύοντο τὰς προφητείας πληρουμένας. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο. Καίτοι γε τρεῖς ἦσαν σταυρούμενοι· ἀλλὰ τὰ τῶν προφητειῶν ἐπ' αὐτοῦ ἐπληροῦτο. ∆ιατί γὰρ μὴ ἐπὶ τῶν ἄλλων τοῦτο ἐποίησαν, ἀλλ' ἐπὶ τούτου μόνου; Σὺ δέ μοι σκόπει προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅ τι ἐμερίσαντο μόνον, ἀλλ' ὅ τι καὶ οὐκ ἐμερίσαντο εἶπεν ὁ προφήτης. Τὰ μὲν οὖν διενείμαντο, τὸν δὲ χιτῶνα οὐ διενείμαντο, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δὲ, Ἐκ τῶν ἄνωθεν ὑφαντὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ' οἱ μέν φασιν, ἀλληγορίαν δι' αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχε. βʹ. Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν εὐαγγελιστὴν ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, οὕτως ὑφαίνουσι τὰ ἱμάτια, δηλῶν ὁ Ἰωάννης, ὅτι τοιοῦτος ἦν ὁ χιτωνίσκος, φησὶν, Ἐκ τῶν ἄνωθεν ὑφαντός. Τοῦτο δὲ ἐμοὶ δοκεῖ λέγειν, αἰνιττόμενος τὸ εὐτελὲς τῶν ἱματίων, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Καὶ οἱ μὲν στρατιῶται ταῦτα ἐποίουν· αὐτὸς δὲ σταυρούμενος παρατίθεται τὴν μητέρα αὐτοῦ τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν τῶν γεγεννηκότων. Ὅτε μὲν οὖν ἀκαίρως ἠνόχλησε, λέγει· Τί ἐμοὶ καὶ σοὶ, γύναι; καὶ, Τίς ἐστιν ἡ μήτηρ μου; ἐνταῦθα δὲ πολλὴν τὴν φιλοστοργίαν ἐπιδείκνυται, καὶ παρατίθεται αὐτὴν τῷ μαθητῇ ὃν ἠγάπα. Πάλιν ἑαυτὸν κρύπτει ὁ Ἰωάννης μετριάζων· εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν ἂν ἐνέθηκε, δι' ἢν ἠγαπᾶτο· καὶ γὰρ εἰκὸς ἦν μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Τίνος δὲ ἕνεκεν οὐδὲν ἕτερον τῷ Ἰωάννῃ διαλέγεται, οὐδὲ παραμυθεῖται αὐτὸν κατηφοῦντα; Ὅτι καιρὸς οὐκ ἦν τῆς τῶν ῥημάτων παρακλήσεως. Καὶ ἄλλως δὲ, οὐ μικρὸν ἦν τὸ τιμηθῆναι αὐτὸν τιμῇ τοιαύτῃ, καὶ τῆς παραμονῆς λαβεῖν τὸν μισθόν. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐσταυρωμένος ἅπαντα ἀταράχως ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποτείνων ἐλπίδας. Καίτοι γε πρὶν ἢ σταυρωθῆναι φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν τοῦτό ἐστιν; Οὐδὲν ἄπορον, οὐδὲν ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια ἐδείχθη· ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία ἐδείκνυτο. Ἄλλως δὲ, καὶ ἡμᾶς δι' ἀμφοτέρων παιδεύει τούτων, κἂν πρὸ τῶν δεινῶν θορυβώμεθα, μὴ διὰ τοῦτο ἀφίστασθαι τῶν δεινῶν· ἐπειδὰν δὲ εἰς τὸν ἀγῶνα ἐμβῶμεν, πάντα ῥᾷστα