354
τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκ ἔτι. Ἀλλ' ὅμως οὗτοι χαριζόμενοι τοῖς Ἰουδαίοις ἔνυξαν αὐτοῦ τὴν πλευρὰν τῇ λόγχῃ, καὶ νεκρὸν τὸ σῶμα λοιπὸν ἐνύβριζον. Ὢ τῆς μιαρᾶς προαιρέσεως καὶ ἐναγοῦς! Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ κατηφήσῃς, ἀγαπητέ. Ἃ γὰρ ἀπὸ πονηρᾶς ἔπραττον γνώμης ἐκεῖνοι, ταῦτα τῇ ἀληθείᾳ συνηγωνίζετο. Προφητεία γὰρ ἦν καὶ ἐντεῦθεν λέγουσα· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγίνετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἷον τῷ Θωμᾷ καὶ τοῖς κατ' ἐκεῖνον. Μετὰ δὲ τούτου καὶ μυστήριον ἀπόῤῥητον ἐτελεῖτο. Ἐξῆλθε γὰρ ὕδωρ καὶ αἷμα. Οὐχ ἁπλῶς δὲ οὐδὲ ὡς ἔτυχεν αὗται ἐξῆλθον αἱ πηγαί· ἀλλ' ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε. Καὶ ἴσασιν οἱ μυσταγωγούμενοι, δι' ὕδατος μὲν ἀναγεννώμενοι, δι' αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι. Ἐντεῦθεν ἀρχὴν λαμβάνει τὰ μυστήρια, ἵν' ὅταν προσίῃς τῷ φρικτῷ ποτηρίῳ, ὡς ἀπ' αὐτῆς πίνων τῆς πλευρᾶς, οὕτω προσίῃς. Καὶ τοῦτο ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τουτέστιν, Οὐ παρ' ἑτέρων ἤκουσα, ἀλλ' αὐτὸς παρὼν εἶδον, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία· εἰκότως. Ὕβριν γὰρ γινομένην ἐξηγεῖται· οὐ μέγα τι καὶ θαυμαστὸν ἐξηγεῖται, ἵνα ὑποπτεύσῃς τὸν λόγον· ἀλλ' αὐτὸς τὰ τῶν αἱρετικῶν ἀσφαλιζόμενος στόματα, καὶ τὰ μέλλοντα προαναφωνῶν μυστήρια, καὶ τὸν ἐναποκείμενον αὐτοῖς κατοπτεύων θησαυρὸν, ἀκριβολογεῖται περὶ τοῦ συμβάντος. Πληροῦται δὲ καὶ ἐκείνη ἡ προφητεία, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντρίψουσιν. Εἰ γὰρ καὶ περὶ τοῦ παρ' Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη. ∆ιὰ τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἑαυτὸν εἰς μέσον φέρων, οὐκ ἐδόκει ἀξιόπιστος εἶναι, παράγει τὸν Μωϋσέα, λέγων, ὅτι ἁπλῶς οὐδὲ τοῦτο ἐγίνετο, ἀλλ' ἄνωθεν προεγράφη. Καὶ τοῦτό ἐστιν ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται. Καὶ πάλιν τῷ προφήτῃ παρ' ἑαυτοῦ τὴν πίστιν παρέχει. Ταῦτα δὲ εἶπον, φησὶν, ἵνα μάθητε ὅτι πολλὴ ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν. Ὁρᾷς πόσην ποιεῖται σπουδὴν ὥστε πιστευθῆναι τὸ δοκοῦν ἐπονείδιστον εἶναι, καὶ αἰσχύνην φέρον; Τὸ γὰρ καὶ εἰς νεκρὸν ὑβρίσαι σῶμα τὸν στρατιώτην, τοῦ σταυρωθῆναι πολλῷ χεῖρον ἦν. Ἀλλ' ὅμως καὶ ταῦτα, φησὶν, εἶπον, καὶ μετὰ πολλῆς σπουδῆς εἶπον, ἵνα πιστεύσητε. Μηδεὶς τοίνυν ἀπιστείτω, μηδὲ αἰσχυνόμενος βλαπτέτω τὰ ἡμέτερα. Τὰ γὰρ μάλιστα ἐπονείδιστα δοκοῦντα εἶναι, ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἡμετέρων ἀγαθῶν. Μετὰ ταῦτα ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, μαθητὴς ὤν· οὐ τῶν δώδεκα, ἀλλὰ τῶν ἑβδομήκοντα ἴσως. Λοιπὸν γὰρ νομίσαντες ἐσβέσθαι τὴν ὀργὴν τῷ 59.464 σταυρῷ, μετὰ ἀδείας προσῄεσαν, καὶ τῆς κηδείας ἐπεμελοῦντο. Προσελθὼν τοίνυν, παρὰ τοῦ Πιλάτου τὴν χάριν αἰτεῖ, καὶ δίδωσιν ἐκεῖνος. Τί γὰρ οὐκ ἔμελλεν; Συναντιλαμβάνεται αὐτῷ καὶ Νικόδημος, καὶ πολυτελῆ ποιεῖ τὴν ταφήν. Ἔτι γὰρ ὡς περὶ ἀνθρώπου διέκειντο ψιλοῦ. Καὶ ταῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν· πλὴν ἀλλὰ πολλὴν φιλοστοργίαν ἐπεδείκνυντο. Πῶς δὲ οὐδεὶς τῶν δώδεκα προσῆλθεν, οὐκ Ἰωάννης, οὐ Πέτρος, οὐκ ἄλλος τις τῶν ἐπισήμων; Καὶ οὔτε τοῦτο κρύπτει ὁ μαθητής. Εἰ γὰρ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτοι τῷ αὐτῷ κατείχοντο φόβῳ· καὶ γὰρ καὶ οὗτος ἦν, φησὶ, Κεκρυμμένος διὰ τὸν φόβον τῶν Ἰουδαίων. Καὶ οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ σφόδρα αὐτῶν καταφρονεῖν τοῦτο ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς δεδοικὼς ὅμως προσῆλθεν. Ὁ δὲ Ἰωάννης καὶ παρὼν καὶ ἰδὼν αὐτὸν ἀποψύξαντα, οὐδὲν τοιοῦτον ἐποίησε. Τί οὖν ἐστιν; Ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι (καὶ ἀπὸ τῶν ἐνταφίων δῆλον), καὶ τῷ Πιλάτῳ δῆλος ὤν· ὅθεν καὶ τὴν χάριν ἔλαβε. Καὶ ἐνταφιάζει λοιπὸν, οὐχ ὡς κατάδικον, ἀλλ' ὡς ἔθος τοῖς Ἰουδαίοις, πολυτελῶς ὡς μέγαν τινὰ καὶ θαυμαστόν. δʹ. Ἐπειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο (ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς,