356
καὶ διῃρημένα. Τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν τοῦτο, χωρὶς δὲ ἐκεῖνο θεῖναι ἑλίξαντα, τινὸς ἦν μετ' ἐπιμελείας ποιοῦντος, καὶ οὐχ ὡς ἔτυχε θορυβουμένου. εʹ. Σὺ δὲ ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ ∆εσπότης ἀνέστη, παῦσαι τῆς πρὸς τὴν κηδείαν μανίας. Τί γὰρ βούλεται ἡ περιττὴ αὕτη δαπάνη καὶ ἀνόνητος, πολλὴν μὲν φέρουσα τοῖς κηδεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι κέρδος οὐδὲν, ἀλλ' εἰ χρή τι εἰπεῖν, καὶ βλάβην; Ἡ γὰρ πολυτέλεια τῆς ταφῆς τυμβωρυχίας αἰτία γέγονε πολλάκις, καὶ γυμνὸν καὶ ἄταφον ἐποίησεν ἐῤῥῖφθαι τὸν ἐπιμελῶς ταφέντα. Ἀλλ' ὢ τῆς κενοδοξίας! πόσην καὶ ἐν τῷ πένθει τὴν τυραννίδα ἐπιδείκνυται, πόσην τὴν ἀνοίαν! Πολλοὶ γοῦν, ἵνα μὴ τοῦτο γένηται, τὰς λεπτὰς ἐκείνας ὀθόνας διατεμόντες, καὶ πολλῶν τῶν ἀρωμάτων ἐμπλήσαντες, ὥστε διπλῇ γενέσθαι τοῖς ἐπηρεάζουσιν ἄχρηστα, οὕτω τῇ γῇ παραδεδώκασι. Ταῦτ' οὖν οὐ μαινομένων· ταῦτ' οὐ παραπαιόντων; φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ πάλιν αὐτὴν ἀφανίζειν; Ναὶ, φησίν· ἵνα μετὰ ἀσφαλείας κέηται παρὰ τῷ νεκρῷ, ταῦτα πάντα μηχανώμεθα. Τί οὖν; ἂν οἱ τυμβωρύχοι μὴ λάβωσιν, οἱ σῆτες οὐ λήψονται καὶ οἱ σκώληκες; Τί δέ; ἂν οἱ σῆτες καὶ οἱ σκώληκες μὴ λάβωσιν, ὁ χρόνος καὶ ὁ ἰχὼρ οὐκ ἀπολεῖ; Θῶμεν δὲ μὴ τυμβωρύχους, μὴ σῆτας, μὴ σκώληκας, μὴ χρόνον, μὴ ἄλλο μηδὲν δαπανᾷν τὰ κείμενα· ἀλλὰ καὶ τὸ σῶμα 59.466 ἀνέπαφον εἶναι μέχρι τῆς ἀναστάσεως, καὶ αὐτὰ δὴ ταῦτα 59.466 καινὰ καὶ νεοπαγῆ καὶ λεπτὰ τηρεῖσθαι, τί πλέον ἐντεῦθεν τοῖς ἀπελθοῦσι γίνεται, ὅταν γυμνὸν μὲν τὸ σῶμα ἐγείρηται, ταῦτα δὲ ἐνταῦθα μένῃ, καὶ μηδὲν ἡμᾶς ὠφελῇ πρὸς τὰς εὐθύνας ἐκείνας; Τίνος οὖν ἕνεκεν, φησὶν, ἐπὶ τοῦ Χριστοῦ γέγονε; Μάλιστα μὲν μὴ παράβαλλε ταῦτα τοῖς ἀνθρωπίνοις· ἐπεὶ καὶ μύρον ἐξέχεεν ἡ πόρνη ἐπὶ τοὺς ἁγίους πόδας ἐκείνου. Εἰ δὲ χρὴ καὶ περὶ τούτων εἰπεῖν. πρῶτον μὲν οὐκ εἰδότων τὸν περὶ ἀναστάσεως λόγον τῶν ποιούντων ταῦτα ἐγίνετο. ∆ιὰ τοῦτό φησι· Καθὼς ἔθος ἦν τοῖς Ἰουδαίοις. Οὐ γὰρ τῶν δώδεκα ἦσαν οἱ τὸν Χριστὸν τιμήσαντες, ἀλλ' ἐκεῖνοι οἱ μὴ σφόδρα αὐτὸν τιμῶντες. Οἱ γοῦν δώδεκα οὐχ οὕτως αὐτὸν ἐτίμων, ἀλλὰ θανάτῳ καὶ σφαγῇ, καὶ τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις. Ἦν μὲν γὰρ καὶ ἐκείνη τιμὴ, πολλῷ δὲ ἐλάττων ταύτης ἧς εἶπον. Ἄλλως δὲ, ὅπερ ἔφην εἰπὼν, περὶ ἀνθρώπων ἡμῖν ὁ λόγος νῦν· τότε δὲ ταῦτα περὶ τὸν ∆εσπότην ἐγίνετο. Καὶ ἵνα μάθῃς ὅτι τούτων οὐδεὶς τῷ Χριστῷ λόγος, εἶπε· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· καὶ διψῶντα, καὶ ἐποτίσατε· καὶ γυμνὸν, καὶ περιεβάλετε. Καὶ οὐδαμοῦ εἶπε, Καὶ τεθνεῶτα, καὶ ἐθάψατε. Καὶ ταῦτα λέγω, οὐ ταφὴν ἀναιρῶν· μὴ γένοιτο· ἀλλὰ τὴν ἀσωτίαν ἐκκόπτων καὶ τὴν ἄκαιρον φιλοτιμίαν. Τὸ γὰρ πάθος, φησὶ, καὶ ἡ ὀδύνη, καὶ ἡ πρὸς τὸν ἀπελθόντα συμπάθεια ταῦτα πείθει. Οὐκ ἔστι ταῦτα συμπαθείας τῆς πρὸς τὸν ἀπελθόντα, ἀλλὰ κενοδοξίας. Ἐπεὶ εἰ βούλει συναλγῆσαι τῷ τεθνηκότι, δείκνυμί σοι ἑτέραν ὁδὸν κηδείας, καὶ διδάσκω σε ἱμάτια τιθέναι, τὰ συνανιστάμενα αὐτῷ, καὶ λαμπρὸν ἀποφαίνοντα. Ταῦτα γὰρ τὰ ἱμάτια οὔτε ὑπὸ σητῶν ἀναλίσκεται, οὔτε ὑπὸ χρόνου δαπανᾶται, οὐδὲ ὑπὸ τυμβωρύχων κλέπτεται. Ποῖα δὴ ταῦτά ἐστιν; Ἡ τῆς ἐλεημοσύνης περιβολή. Αὕτη γὰρ μετ' αὐτοῦ ἀνίσταται ἡ στολή· ἐλεημοσύνης γὰρ σφραγὶς μετ' αὐτοῦ. Ἀπὸ τούτων λάμπουσι τῶν ἱματίων οἱ τότε ἀκούοντες, Πεινῶντά με ἐθρέψατε. Ταῦτα ἐπισήμους ποιεῖ, ταῦτα περιφανεῖς, ταῦτα ἐν ἀσφαλεία καθίστησι· τὰ δὲ νῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ δαπάνη σητῶν καὶ τράπεζα σκωλήκων. Καὶ ταῦτα λέγω, οὐ κηδεύειν κωλύων, ἀλλὰ μετὰ συμμετρίας τοῦτο ποιεῖν, ὥστε σκέπειν τὸ σῶμα, καὶ μὴ γυμνὸν παραδιδόναι τῇ γῇ. Εἰ γὰρ ζῶντας μηδὲν ἔχειν πλέον κελεύει, ἀλλ' ἢ σκέπασμα· πολλῷ μᾶλλον τελευτήσαντας. Οὐ γὰρ οὕτω τετελευτηκὸς τὸ σῶμα δεῖται ἱματίων, ὡς ζῶν καὶ ἐμπνέον. Ζῶντες μὲν γὰρ, καὶ ψύχους ἕνεκεν καὶ εὐσχημοσύνης, δεόμεθα τῆς τῶν ἱματίων περιβολῆς· τελευτήσαντες δὲ, τούτων μὲν οὐδενὸς ἕνεκεν, ἵνα δὲ μὴ γυμνὸν κέηται τὸ σῶμα, δεόμεθα τῶν ἐνταφίων· καὶ πρὸ τῶν ἐνταφίων δὲ ἔχομεν κάλυμμα κάλλιστον τὴν γῆν, καὶ τῇ τοιαύτῃ τῶν σωμάτων φύσει πρεπωδέστερον. Εἰ τοίνυν ἔνθα τοσαῦται χρεῖαι, οὐδὲν δεῖ περιττὸν ἐπιζητεῖν·