357
πολλῷ μᾶλλον, ἔνθα οὐ τοσαύτη ἡ ἀνάγκη, ἄκαιρος ἡ φιλοτιμία. ʹ. Ἀλλ' οἱ ὁρῶντες γελάσονται, φησίν. Μάλιστα μὲν κἂν ᾖ τις ὁ γελῶν, οὐ πολὺν δεῖ ποιεῖσθαι λόγον τοῦ οὕτω σφόδρα ἀνοηταίνοντος· νυνὶ δὲ πολλοὶ οἱ θαυμάζοντες μᾶλλον, καὶ τὴν φιλοσοφίαν δεχόμενοι τὴν ἡμετέραν. Γέλωτος γὰρ ἄξια οὐ ταῦτα, ἀλλ' ἃ ποιοῦμεν νῦν, ὀδυρόμενοι, πενθοῦντες, συγκατορύττοντες ἑαυτοὺς τοῖς ἀπελθοῦσι. Ταῦτα καὶ γέλωτος καὶ κολάσεως ἄξια. Τὸ δὲ φιλοσοφεῖν καὶ ἐν τούτοις καὶ ἐν τῇ τῶν ἱματίων συμμετρίᾳ, στεφάνους καὶ ἐπαίνους ἡμῖν προξενεῖ, καὶ πάντες ἡμᾶς κροτήσουσι, καὶ θαυμάσονται τοῦ Χριστοῦ 59.467 τὴν δύναμιν, καὶ ἐροῦσι· Βαβαὶ, πόση ἡ τοῦ σταυρωθέντος ἰσχύς! ἔπεισε τοὺς ἀπολλυμένους καὶ φθειρομένους, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος· οὐ τοίνυν τὰ τῶν ἀπολλυμένων ποιοῦσιν, ἀλλὰ τὰ τῶν προπεμπόντων εἰς ἀποδημίαν ἀμείνω. Ἔπεισεν αὐτοὺς, ὅτι τὸ σῶμα τὸ φθαρτὸν τοῦτο καὶ γήϊνον, ἱμάτιον ἐνδύσεται τῶν σηρικῶν καὶ χρυσοπάστων πολὺ λαμπρότερον, τὴν ἀφθαρσίαν. ∆ιόπερ οὐδὲ πολλὴν περὶ τὴν ταφὴν ποιοῦνται σπουδὴν, ἀλλ' ἐντάφιον ἡγοῦνται θαυμαστὸν, βίον ἐνάρετον. Ταῦτα, ἂν φιλοσοφοῦντας ἴδωσιν, ἐροῦσιν· ἂν δὲ κατακαμπτομένους, γυναικιζομένους, χοροὺς περιιστῶντας θρηνουσῶν γυναικῶν, γελάσονται καὶ κωμῳδήσουσι, καὶ μυρία κατηγορήσουσι, διασύροντες τὴν εἰκῆ δαπάνην, τὴν ματαιοπονίαν. Καὶ γὰρ ταῦτα ἀκούομεν κατηγορούντων πάντων· καὶ μάλα εἰκότως. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲν σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον καλλωπίζωμεν, τὸν δὲ Χριστὸν περιορῶμεν διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον; Παυσώμεθα τοίνυν τῆς ματαίας ταύτης σπουδῆς· κηδεύσωμεν τοὺς ἀπελθόντας, ὡς καὶ ἡμῖν καὶ ἐκείνοις συμφέρει πρὸς δόξαν Θεοῦ· πολλὴν ὑπὲρ αὐτῶν ἐπιτελέσωμεν ἐλεημοσύνην, συμπέμψωμεν αὐτοῖς ἐφόδια κάλλιστα. Εἰ γὰρ μνήμη θαυμαστῶν ἀνδρῶν τετελευτηκότων προέστη τῶν ζώντων (Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου), πολλῷ μᾶλλον ἐλεημοσύνη τοῦτο ἐργάσεται. Αὕτη γὰρ, αὕτη καὶ νεκροὺς ἀνέστησεν, ἡνίκα περιέστησαν αἱ χῆραι ἐπιδεικνύμεναι ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. Ὅταν οὖν 59.468 τις μέλλῃ τελευτᾷν, ὁ οἰκεῖος τῷ τελευτῶντι κατασκευαζέτω τὰ ἐντάφια, καὶ πειθέτω τὸν ἀπιόντα τοῖς δεομένοις τι καταλιμπάνειν. Μετὰ τούτων αὐτὸν ἀποπεμπέτω τῶν ἱματίων, πειθέτω καὶ κληρονόμον ἀφιέναι τὸν Χριστόν. Εἰ γὰρ οἱ βασιλεῖς ἐγγράφοντες κληρονόμους, τοῖς οἰκείοις μυρίαν καταλιμπάνουσιν ἀσφάλειαν· ὁ τὸν Χριστὸν ἀφιεὶς μετὰ τῶν παίδων, ἐννόησον ὅσην ἐπισπάσεται εὔνοιαν καὶ ἑαυτῷ καὶ τοῖς αὐτοῦ πᾶσι. Ταῦτά ἐστι τὰ ἐντάφια καλά· ταῦτα ὀνίνησι καὶ τοὺς μένοντας καὶ τοὺς ἀπερχομένους. Ἂν οὕτως ἐνταφιασθῶμεν, λαμπροὶ κατὰ τὸν τῆς ἀναστάσεως ἐσόμεθα καιρόν· ἂν δὲ τὸ σῶμα θεραπεύοντες, τῆς ψυχῆς ἀμελῶμεν, πολλὰ ἐκεῖ πεισόμεθα δεινὰ, καὶ πολὺν ὀφλήσομεν γέλωτα. Οὐδὲ γὰρ ἡ τυχοῦσα ἀσχημοσύνη, γυμνὸν τῆς ἀρετῆς ἀπελθεῖν· οὐδὲ οὕτω τὸ σῶμα ἄταφον ἐῤῥιμμένον καταισχύνεται, ὡς ψυχὴ τότε γυμνὴ τῆς ἀρετῆς φαινομένη. Ταύτην ἀμφιάσωμεν, ταύτην περιστείλωμεν, μάλιστα μὲν παρὰ πάντα τὸν χρόνον· εἰ δὲ ἐνταῦθα ἠμελήσαμεν, κἂν τελευτῶντες νήψωμεν, καὶ τοῖς οἰκείοις ἐπισκήψωμεν συμπράττειν ἀπελθοῦσι δι' ἐλεημοσύνης ἡμῖν. Οὕτω ὑπ' ἀλλήλων βοηθούμενοι παῤῥησίας πολλῆς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.467.30 ΟΜΙΛΙΑ Πʹ. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ
εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.