363
μόνους, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους πιστεύσοντας. Καίτοι, φησὶν, οἱ μαθηταὶ εἶδον, καὶ ἐπίστευσαν. Ἀλλ' οὐδὲν τοιοῦτον ἐζήτησαν, ἀλλ' ἀπὸ τῶν σουδαρίων εὐθέως τὸν περὶ ἀναστάσεως ἐδέξαντο λόγον, καὶ πρὶν ἢ τὸ σῶμα θεάσασθαι, τὴν πίστιν ἐπεδείξαντο πᾶσαν. Ὅταν οὖν λέγῃ τις νυνὶ, Ἐβουλόμην κατὰ τοὺς καιροὺς ἐκείνους εἶναι, καὶ ὁρᾷν τὸν Χριστὸν θαυματουργοῦντα, ἐννοείτω, ὅτι Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ἄξιον δὲ διαπορῆσαι πῶς σῶμα ἄφθαρτον τύπους ἐδείκνυτο τῶν ἥλων, καὶ ἁπτὸν ἦν θνητῇ χειρί. Ἀλλὰ μὴ θορυβηθῇς· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον, ὡς κεκλεισμένων εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο· ἀλλ' ὥστε πιστευθῆναι τὴν ἀνάστασιν, τοῦτο δείκνυται, καὶ ὥστε μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ σταυρωθεὶς, καὶ οὐκ ἄλλος ἀντ' αὐτοῦ ἀνέστη. ∆ιὰ τοῦτο ἀνέστη ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο. Οἱ γοῦν ἀπόστολοι τοῦτο ἄνω καὶ κάτω σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· Οἵτινες συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν. Ὥσπερ οὖν ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλὰ τῆς ἡμετέρας· οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸν ὁρῶντες τοὺς τύπους ἔχοντα, οὐκ ἐροῦμεν αὐτὸν φθαρτὸν εἶναι λοιπόν. ∆ιὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐπεδείκνυτο. Πολλὰ δὲ καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς. Ἐπειδὴ γὰρ ἐλάττονα τῶν ἄλλων οὗτος εἶπεν ὁ εὐαγγελιστὴς, λέγει ὅτι οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ' ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας. Ἐπεὶ Εἰ πάντα, φησὶν, ἐγέγραπτο, οὐδὲ τὸν κόσμον οἶμαι χωρῆσαι τὰ βιβλία. βʹ. Ὅθεν δῆλον ὅτι οὐ φιλοτιμίας ἕνεκεν, ἅπερ ἔγραψαν, εἶπον, ἀλλὰ τοῦ χρησίμου μόνον. Οἱ γὰρ τὰ πλείονα ἀφέντες, πῶς ἂν ταῦτα διὰ φιλοτιμίαν ἔγραψαν; Τίνος οὖν ἕνεκεν οὐ πάντα ἐπῆλθον; Μάλιστα μὲν διὰ τὸ πλῆθος· ἔπειτα δὲ κἀκεῖνο ἐνενόουν, ὅτι ὁ μὴ πιστεύσας τοῖς εἰρημένοις, οὐδὲ τοῖς πλείοσι προσέξει· ὁ δὲ ταῦτα δεξάμενος, οὐδὲν δεήσεται ἑτέρου εἰς τὸν τῆς πίστεως λόγον. Ἐμοὶ δὲ ἐνταῦθα τέως δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα· διό φησιν· Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. Ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἔδει γενέσθαι πολλὰ, ἵνα πιστεύσωσιν ὅτι Υἱός ἐστι Θεοῦ· οὕτω καὶ μετὰ τὴν ἀνάστασιν, ἵνα καταδέξωνται ὅτι ἀνέστη. ∆ιὰ τοῦτο καὶ προσέθηκεν, Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἐπειδὴ μόνος αὐτοῖς συνεγένετο μετὰ τὴν ἀνάστασιν. ∆ιὸ καὶ ἔλεγεν· Ὁ κόσμος οὐκέτι με θεωρεῖ. Εἶτα ἵνα μάθῃς ὅτι τῶν μαθητῶν ἕνεκεν μόνον ἐγίνετο τὰ γινόμενα, ἐπήγαγεν· Ἵνα καὶ πιστεύσαντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ, κοινῇ πρὸς τὴν φύσιν διαλεγόμενος, καὶ δηλῶν, ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ' ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενος. 59.475 Ἐν τῷ ὀνόματι αὐτοῦ· τουτέστι δι' αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ ζωή. Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ὁρᾷς ὅτι οὐ συνεχῶς αὐτοῖς ἐπιχωριάζει, οὐδ' ὥσπερ ἔμπροσθεν; Ἐφάνη γοῦν τῇ ἑσπέρᾳ, καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας πάλιν ἅπαξ, καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης, καὶ πάλιν μετὰ πολλοῦ τοῦ φόβου. Τί δέ ἐστι τὸ, Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον, ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. Τίνος δὲ ἕνεκεν ἐμνήσθη τοῦ τόπου; ∆εικνὺς ὅτι τὸ πλέον ἀφεῖλε τοῦ δέους, ὡς λοιπὸν αὐτοὺς καὶ προκύπτειν τῆς οἰκίας, καὶ πανταχοῦ περιιέναι. Οὐκέτι γὰρ ἐπὶ τῆς οἰκίας συγκεκλεισμένοι ἦσαν, ἀλλ' ἐπὶ τὴν Γαλιλαίαν ᾔεσαν, τὸν κίνδυνον ἐκκλίνοντες τῶν Ἰουδαίων. Ἔρχεται τοίνυν ὁ Σίμων ἁλιεῦσαι. Ἐπειδὴ γὰρ οὔτε αὐτὸς αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα δοθὲν ἦν, οὔτ' ἔτι ἐγκεχειρισμένοι τότε ἐτύγχανον, οὐδὲν ἔχοντες πράττειν, τὴν τέχνην μετῄεσαν. Καὶ ἦσαν Σίμων ὁμοῦ καὶ Θωμᾶς καὶ Ναθαναὴλ ὁ ὑπὸ τοῦ Φιλίππου κληθεὶς, καὶ οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι δύο. Οὐδὲν οὖν ἔχοντες πράττειν ἐπὶ τὴν ἁλείαν ᾔεσαν, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ ἐποίουν, διὰ τὸ περιδεεῖς εἶναι. Τοῦτο καὶ ὁ Λουκᾶς φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο ἐκεῖνο, ἀλλ' ἕτερον. Οἱ δὲ ἄλλοι μαθηταὶ εἵποντο