364
διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις, καὶ ἅμα βουλόμενοι θεάσασθαι τὴν ἁλείαν καὶ τὴν σχολὴν εὖ θέσθαι. Κάμνουσι τοίνυν, καὶ ταλαιπωρουμένοις ἐφίσταται ὁ Ἰησοῦς, καὶ οὐκ εὐθέως ἑαυτὸν δείκνυσιν, ὥστε καὶ εἰς διάλεξιν ἐλθεῖν. Λέγει οὖν αὐτοῖς· Μή τι προσφάγιον ἔχετε; Τέως ἀνθρωπινώτερον διαλέγεται, ὡς μέλλων τι ὠνεῖσθαι παρ' αὐτῶν. Ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, ἐκέλευσε βαλεῖν εἰς τὰ δεξιά· καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας. Ὡς δὲ ἐπέγνωσαν αὐτὸν, πάλιν τὰ ἰδιώματα τῶν οἰκείων ἐπιδείκνυνται τρόπων οἱ μαθηταὶ, Πέτρος καὶ Ἰωάννης. Ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν· καὶ ὁ μὲν ὀξύτερος ἦν, ὁ δὲ διορατικώτερος. ∆ιὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτόν· καὶ γὰρ οὐ τὰ τυχόντα γενόμενα ἦν σημεῖα. Τίνα δὲ ἦν τὰ γινόμενα; Πρῶτον μὲν, τὸ πολλοὺς συλληφθῆναι τοὺς ἰχθύας· ἔπειτα, τὸ μὴ σχισθῆναι τὸ δίκτυον· εἶτα, τὸ, πρὶν ἐπιβῆναι, εὑρεθῆναι τοὺς ἄνθρακας, καὶ τὸν ἰχθὺν ἐπικείμενον καὶ ἄρτον. Οὐκέτι γὰρ ἐξ ὕλης ὑποκειμένης ἐποίει, ὥσπερ διά τινα οἰκονομίαν ἐποίει πρὸ τοῦ σταυροῦ. Ὡς οὖν ἐπέγνω αὐτὸν, πάντα ἔῤῥιψε, καὶ τοὺς ἰχθῦς καὶ τὰ δίκτυα, καὶ διεζώσατο ὁ Πέτρος. Ὁρᾷς καὶ τὴν αἰδῶ καὶ τὸν πόθον; Καίτοι ἀπὸ διακοσίων πηχῶν ἦσαν· ἀλλ' οὐδὲ οὕτως ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο. Τί οὖν ὁ Ἰησοῦς; ∆εῦτε, φησὶν, ἀριστήσατε. Καὶ οὐδεὶς ἐτόλμα ἐρωτῆσαι αὐτόν. Οὐκέτι γὰρ τὴν αὐτὴν παῤῥησίαν εἶχον, οὐδὲ ὁμοίως ἐθάῤῥουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγου λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς ἐκαθέζοντο προσέχοντες πρὸς αὐτόν. Ἤδεισαν μὲν γὰρ ὅτι ὁ Κύριός ἐστι. Καὶ διὰ τοῦτο οὐκ ἠρώτων, Τίς εἶ; τὴν δὲ μορφὴν ἀλλοιοτέραν ὁρῶντες, καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντό τι περὶ αὐτῆς ἐρωτᾷν· ἀλλὰ τὸ δέος, καὶ τὸ εἰδέναι αὐτοὺς, ὅτι οὐχ ἕτερός τις ἦν, ἀλλ' αὐτὸς, ἐπεῖχον τὴν ἐρώτησιν, καὶ μόνον ἤσθιον, ἅπερ αὐτοῖς ἐδημιούργησε μετὰ πλείονος ἐξουσίας. Ἐνταῦθα δὲ οὐκέτι ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδὲ τὰ ἀνθρώπινα ἐκεῖνα 59.476 ποιεῖ, δεικνὺς ὅτι κἀκεῖνα συγκαταβάσεως ἕνεκεν ἐγένετο. Ὅτι δὲ οὐδὲ συνεχῶς ἐπεχωρίαζεν, οὐδὲ ὁμοίως, λέγει, ὅτι Τρίτον τοῦτο ἐφάνη αὐτοῖς, ὅτε ἠγέρθη ἐκ νεκρῶν. Καὶ κελεύει ἐκ τῶν ὀψαρίων ἐνεγκεῖν, δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα. Ἀλλ' ἐνταῦθα μὲν οὐ λέγει, ὅτι ἔφαγε μετ' αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτόν φησιν, ὅτι Συναλιζόμενος αὐτοῖς ἦν. Τὸ δὲ πῶς, οὐκ ἡ μέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γινομένης. γʹ. Τάχα ταῦτα ἀκούοντες διεθερμάνθητε, καὶ τοὺς συνόντας αὐτῷ τότε ἐμακαρίσατε, καὶ τοὺς μέλλοντας συνέσεσθαι κατὰ τὴν ἡμέραν τῆς κοινῆς ἀναστάσεως. Οὐκοῦν ἅπαντα πράττωμεν, ὥστε τὸ πρόσωπον ἐκεῖνο τὸ θαυμαστὸν ἰδεῖν. Εἰ γὰρ νῦν ἀκούοντες οὕτως ἐκκαιόμεθα καὶ ἐπιθυμοῦμεν κατ' ἐκείνας γενέσθαι τὰς ἡμέρας, ἃς ἐπὶ τῆς γῆς διέτριβε, καὶ φωνῆς ἀκοῦσαι, καὶ ὄψιν ἰδεῖν, καὶ προσελθεῖν, καὶ ἅψασθαι, καὶ διακονῆσαι· ἐννόησον ἡλίκον αὐτόν ἐστιν ἰδεῖν οὐκέτι ἐν θνητῷ σώματι, οὐδὲ ἀνθρώπινα ποιοῦντα, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενον, ἐν ἀκηράτῳ καὶ αὐτοὺς ὄντας, καὶ ἐκεῖνον βλέποντας, καὶ τῆς ἄλλης εὐημερίας ἀπολαύοντας τῆς πάντα νικώσης λόγον. ∆ιὸ δὴ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μὴ τῆς τοσαύτης ἐκπεσεῖν δόξης. Οὐδὲν γὰρ δύσκολον, ἐὰν θέλωμεν, οὐδὲν φορτικὸν, ἐὰν προσέχωμεν. Εἰ γὰρ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τί οὖν ἐστι, Ὑπομένομεν; Εἰ τὰς θλίψεις φέρομεν, εἰ τοὺς διωγμοὺς, εἰ τὴν στενὴν βαδίζομεν ὁδόν. Ἡ γὰρ στενὴ τῇ φύσει μὲν ἔστιν ἐπίμοχθος, τῇ προαιρέσει δὲ τῇ ἡ μετέρᾳ κούφη γίνεται, τῇ τῶν μελλόντων ἐλπίδι. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Μεταστήσωμεν τοίνυν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, καὶ διαπαντὸς ἐκεῖνα φανταζώμεθα, καὶ βλέπωμεν. Ἂν γὰρ ἐν ἐκείνοις ἀεὶ διατρίβωμεν,