365
οὐ πρὸς τὰ ἡδέα τὰ ἐνταῦθα πεισόμεθά τι, οὐ τὰ λυπηρὰ βαρέως οἴσομεν· ἀλλὰ καὶ τούτων καὶ τῶν ὁμοίων καταγελασόμεθα, καὶ οὐδὲν ἡμᾶς οὔτε δουλῶσαι, οὔτε ἐπᾶραι δυνήσεται, μόνον ἂν τὸν πόθον ἐκεῖ τείνωμεν, ἂν πρὸς τὴν ἀγάπην ἐκείνην βλέπωμεν. Καὶ τί λέγω, οὐκ ἀλγήσομεν τοῖς παροῦσι δεινοῖς; Οὔτε γὰρ ὁρᾷν δόξομεν αὐτὰ λοιπόν. Τοιοῦτον γάρ ἐστιν ὁ ἔρως. Τοὺς γοῦν μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν. Μεγάλη γὰρ τῆς ἀγάπης ἡ τυραννίς· πάντων ἀφίστησι, καὶ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν ψυχήν. Ἂν οὕτω τὸν Χριστὸν ἀγαπήσωμεν, πάντα τὰ ἐνταῦθα σκιὰ, πάντα εἰκὼν φανεῖται καὶ ὄναρ. Ἐροῦμεν καὶ ἡμεῖς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία; Οὐκ εἶπε, χρήματα, ἢ πλοῦτος, ἢ κάλλος (ταῦτα γὰρ σφόδρα εὐτελῆ καὶ καταγέλαστα)· ἀλλὰ τὰ δοκοῦντα εἶναι βαρέα τέθεικε, λιμοὺς, διωγμοὺς, θανάτους. Εἶτα ἐκεῖνος μὲν ὡς οὐδὲν ὄντα καὶ ταῦτα διέπτυσεν· ἡμεῖς δὲ διὰ χρήματα χωριζόμεθα τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τοῦ φωτὸς ἀποσχιζόμεθα. Καὶ Παῦλος μὲν οὐ θάνατον, οὐδὲ ζωὴν, οὐδὲ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσιν ἑτέραν προτιμᾷ τῆς εἰς αὐτὸν ἀγάπης· ἡμεῖς δὲ χρυσίον ὀλίγον ἂν ἴδωμεν, ἐκκαιόμεθα καὶ τοὺς αὐτοῦ πατοῦμεν 59.477 νόμους. Εἰ δὲ οὐκ ἀνεκτὰ ταῦτα λεγόμενα, πολλῷ μᾶλλον ἐκεῖνα μὴ γινόμενα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἀκούοντες μὲν φρίττομεν, πράττοντες δὲ οὐ φρίττομεν, ἀλλὰ καὶ ὄμνυμεν εὐκόλως, καὶ ἐπιορκοῦμεν, καὶ ἁρπάζομεν, καὶ τόκους ἀπαιτοῦμεν, καὶ σωφροσύνης ἀμελοῦμεν, καὶ εὐχῆς ἀκριβεστάτης ἀφεστήκαμεν, καὶ τὰ πλείονα παραβαίνομεν τῶν ἐπιταγμάτων, καὶ χρημάτων ἕνεκεν τῶν μελῶν τῶν ἡμετέρων οὐδένα ποιούμεθα λόγον. Ὁ γὰρ χρημάτων ἐρῶν, μυρία τὸν πλησίον διαθήσει κακὰ, καὶ ἑαυτὸν μετ' ἐκείνου. Καὶ γὰρ ὀργιεῖται ῥᾳδίως, καὶ λοιδορήσεται, καὶ μωρὸν καλέσει, καὶ ὀμεῖται, καὶ ἐπιορκήσει, καὶ οὐδὲ τοῦ παλαιοῦ τὰ μέτρα διατηρεῖ νόμου· οὐ γὰρ ἀγαπήσει τὸν πλησίον ὁ τὸ χρυσίον ἀγαπῶν. Καίτοι γε καὶ ἡμεῖς καὶ τοὺς ἐχθροὺς κελευόμεθα διὰ τὴν βασιλείαν φιλεῖν. Εἰ γὰρ τὰ παλαιὰ ἐπιτάγματα πληροῦντες, οὐ δυνησόμεθα ἐπιβῆναι τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον ἐκείνων· οἱ καὶ ἐκεῖνα παραβαίνοντες, τίνος τευξόμεθα ἀπολογίας; Ὁ χρημάτων ἐρῶν, οὐ μόνον ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ φίλοις ὡς ἐχθροῖς χρήσεται. δʹ. Καὶ τί λέγω φίλους; Καὶ γὰρ αὐτὴν πολλάκις τὴν φύσιν ἠγνόησαν οἱ χρημάτων ἐρῶντες. Ὁ τοιοῦτος, οὐ συγγένειαν οἶδε, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινὰ, ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ πρὸ τῶν ἄλλων πάντων πρὸς ἑαυτόν· οὐ μόνον τῷ ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι, καὶ μόχθοις, καὶ λύπαις. Καὶ γὰρ ἀποδημίας, καὶ ἀπεχθείας, καὶ κινδύνους, καὶ ἐπιβουλὰς, καὶ πᾶν ὁτιοῦν ὑποστήσεται, μόνον ἵνα τὴν ῥίζαν τῶν κακῶν ἔχῃ παρ' ἑαυτῷ, καὶ πολὺ ἀριθμῇ χρυσίον. Τί τοίνυν γένοιτ' ἂν τῆς νόσου ταύτης χαλεπώτερον; Καὶ γὰρ καὶ τρυφῆς καὶ ἡδονῆς ἁπάσης ἐστέρηται, δι' ἣν πολλὰ ἁμαρτάνουσιν ἄνθρωποι, καὶ δόξης καὶ τιμῆς· Ὁ γὰρ χρημάτων ἐρῶν, καὶ ὑποπτεύει μυρίους, καὶ κατηγόρους ἔχει πολλοὺς, καὶ τοὺς βασκαίνοντας, καὶ τοὺς διαβάλλοντας, καὶ τοὺς ἐπιβουλεύοντας. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν, ἅτε κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσιν, ἐπιδείκνυνται πόλεμον τὸν αὐτόν· οἱ δὲ μείζους καὶ δυνατώτεροι, δακνόμενοι καὶ ἀγανακτοῦντες ὑπὲρ τῶν ταπεινοτέρων, ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ τις, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται; ποία παραμυθία; τίς παραψυχή; 59.478 Ὁ χρημάτων ἐρῶν, οὐ χρῆσθαι αὐτοῖς δυνήσεταί ποτε, ἀλλὰ δοῦλος ἔσται καὶ φύλαξ, οὐ δεσπότης. Πλείονα γὰρ ἀεὶ ποιεῖν σπουδάζων, οὐδαμοῦ ἀναλίσκειν ἐθελήσει· συγκόψει δὲ ἑαυτὸν, καὶ πάντων πενήτων πενέστερος διακείσεται, ὡς οὐδαμοῦ τῆς ἐπιθυμίας ἱστάμενος. Καίτοι γε χρήματα, οὐχ ἵνα