367
καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὅσου τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων, καὶ ὅτι τοῦτο μάλιστα τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον. Εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον ὅπερ ἔμελλεν ὑπομένειν, ἐμφαίνων, ὅτι οὐκ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ καὶ σφόδρα πιστεύων τῆς δὲ εἰς αὐτὸν ἀγάπης τὸ δεῖγμα δεῖξαι βουλόμενος, καὶ παιδεῦσαι ἡμᾶς, ποίῳ δεῖ τρόπῳ μάλιστα αὐτὸν ἀγαπᾷν· διό φησιν· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἄλλοι σε ζώσουσι καὶ οἴσουσιν, ὅπου οὐ θέλεις. Καὶ μὴν τοῦτο ἤθελε καὶ ἐπεθύμει· δι' ὃ καὶ δῆλον αὐτῷ τοῦτο πεποίηκεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε, Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· καὶ, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, ἀπέδωκεν αὐτῷ τὴν ἐπιθυμίαν. Τί οὖν ἐστι τὸ, Ὅπου οὐ θέλεις; Τῆς φύσεως λέγει τὸ συμπαθὲς, καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀποῤῥήγνυται τοῦ σώματος ἡ ψυχή. Ὥστε, εἰ καὶ τὰ τῆς προαιρέσεως ἔῤῥωτο, ἀλλ' ὅμως καὶ οὕτως ἡ φύσις ἠλέγχετο. Οὐδεὶς γὰρ ἀπαθῶς τὸ σῶμα ἀποτίθεται, τοῦτο τοῦ Θεοῦ, ὅπερ καὶ ἔμπροσθεν ἔφην, συμφερόντως οἰκονομήσαντος, ὥστε μὴ πολλοὺς γίνεσθαι τοὺς βιαίους θανάτους. Εἰ γὰρ τούτων ὄντων ἴσχυσεν ὁ διάβολος τοῦτο ἐργάσασθαι, καὶ μυρίους ἐπὶ κρημνοὺς ἤγαγε καὶ βόθρους· εἰ μὴ τοσαύτη ἦν ἡ ἐπιθυμία τῇ ψυχῇ τοῦ σώματος· κἂν ἀπὸ τῆς τυχούσης ἀθυμίας ταχέως ἂν οἱ πολλοὶ πρὸς τοῦτο ὥρμησαν. Τὸ οὖν, Ὅπου οὐ θέλεις, τὴν φυσικὴν δηλοῦντός ἐστι συμπάθειαν. Πῶς δὲ εἰπὼν, Ὅτε ἦς νεώτερος, πάλιν λέγει· Ὅταν δὲ γηράσῃς; Τοῦτο γὰρ δεικνύντος ἐστὶν οὐκ ὄντα τότε νέον· οὐδὲ γὰρ ἦν· ἀλλ' οὐδὲ γεγηρακὼς, ἀλλ' ἀνὴρ τέλειος. Τίνος οὖν ἕνεκεν ἀνέμνησεν αὐτὸν τοῦ προτέρου βίου; ∆ηλῶν, ὅτι τοιαῦτα τὰ αὐτοῦ. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς ἐμοῖς, φησὶν, οὐχ οὕτως, ἀλλ' ὅταν ἐπέλθῃ τὸ γῆρας, τότε ἡ ἀριστεία λαμπροτέρα, τότε ἡ ἀνδραγαθία περιφανεστέρα, οὐδὲν ἀπὸ τῆς ἡλικίας κωλυομένη. Ταῦτα δὲ ἔλεγεν, οὐ καταπληττόμενος αὐτὸν, ἀλλὰ διεγείρων· ᾔδει γὰρ αὐτοῦ τὸν πόθον, καὶ ὅτι τοῦτο πάλαι ὤδινε τὸ καλόν· ὁμοῦ δὲ καὶ τὸν τρόπον δηλοῖ τοῦ θανάτου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, Θάῤῥει, φησίν· οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα. Εἶτα ἐγείρων τὸν ἀκροατὴν ὁ εὐαγγελιστὴς, ἐπήγαγε· Ταῦτα δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Οὐκ εἶπεν, Ἀποθανεῖται· ἀλλὰ, ∆οξάσει τὸν Θεὸν, ἵνα μάθῃς, ὅτι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, δόξα τοῦ πάσχοντος καὶ τιμή. Καὶ ταῦτα 59.480 εἰπὼν, φησὶ, λέγει· Ἀκολούθει μοι. Ἐντεῦθεν πάλιν τὸ κηδεμονικὸν αἰνίττεται, καὶ τὸ σφόδρα Πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν ὁ Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτον οὐ τοῦ θρόνου, ἀλλὰ τῆς οἰκουμένης ἐχειροτόνησε διδάσκαλον. Στραφεὶς οὖν ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ· καὶ λέγει· Κύριε, οὗτος δὲ τί; βʹ. Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς τῆς ἀνακλίσεως ἐκείνης; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς ὅσην ὁ Πέτρος τὴν παῤῥησίαν ἔσχε μετὰ τὴν ἄρνησιν. Ὁ γὰρ τότε μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ' ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν. Καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ' ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν λοιπόν· καὶ Ἰωάννης μὲν σιγᾷ, ἐκεῖνος δὲ διαλέγεται. ∆είκνυσι δὲ καὶ ἐνταῦθα τὴν ἀγάπην, ἣν πρὸς αὐτὸν εἶχε· καὶ γὰρ σφόδρα ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ διὰ τοῦ Εὐαγγελίου δὲ παντὸς δείκνυται τούτων ὁ σύνδεσμος, καὶ ἐν ταῖς Πράξεσιν. Ἐπεὶ οὖν μεγάλα αὐτῷ προεῖπε, καὶ τὴν οἰκουμένην ἐνεχείρισε, καὶ τὸ μαρτύριον προανεφώνησε, καὶ ἀγάπην ἐμαρτύρησε πλείονα τῶν ἄλλων, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησίν· Οὗτος δὲ τί; οὐ τὴν αὐτὴν ἡμῖν ὁδὸν ἥξει, Καὶ καθάπερ τότε αὐτὸς μὴ