368
δυνάμενος ἐρωτῆσαι, τοῦτον προβάλλεται· οὕτω καὶ νῦν ἀποδιδοὺς αὐτῷ τὴν ἀμοιβὴν, καὶ νομίσας αὐτὸν βούλεσθαι ἐρωτᾷν τὰ κατ' αὐτὸν, εἶτα μὴ θαῤῥεῖν, αὐτὸς ἀνεδέξατο τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπειδὴ σφόδρα κηδόμενος ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, δεικνὺς ὁ Χριστὸς, ὅτι ὅσον ἂν ἀγαπήσῃ, τὴν ἀγάπην τὴν αὐτοῦ οὐ φθάνει, φησίν· Ἐὰν αὐτὸν θέλω μένειν, τί πρὸς σέ; διὰ τούτων παιδεύων ἡμᾶς μὴ ἀσχάλλειν, μηδὲ πολυπραγμονεῖν μηδὲν πέρα τῶν δοκούντων αὐτῷ. Ἐπειδὴ γὰρ ἀεὶ ὁ Πέτρος εἰς τὰς τοιαύτας ἐρωτήσεις θερμὸς ἦν καὶ προεπήδα, ἐκκόπτων αὐτοῦ πάλιν τὴν θερμότητα, καὶ παιδεύων περαιτέρω μὴ περιεργάζεσθαι, τοῦτό φησιν· Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ἤγουν τοὺς μαθητὰς, ὅτι ἐκεῖνος οὐκ ἀποθνήσκει. Οὐκ εἶπε δὲ ὁ Ἰησοῦς, ὅτι Οὐκ ἀποθνήσκει, ἀλλ', Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἑνὶ τρόπῳ με τὰ καθ' ὑμᾶς διοικεῖν. Τοῦτο δὲ ἐποίει τῆς ἀκαίρου συμπαθείας τῆς πρὸς ἀλλήλους ἕνεκεν. Ἐπειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης τὴν ἐπιτροπὴν ἀναδέξασθαι, οὐκ ἔδει συμπεπλέχθαι λοιπὸν ἀλλήλοις· ἦ γὰρ ἂν μεγάλη τοῦτο τῇ οἰκουμένῃ γέγονε ζημία. ∆ιόπερ αὐτῷ φησιν· Ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει, καὶ ἄνυε, καὶ ἄθλει, καὶ ἀγωνίζου. Τί γὰρ εἰ καὶ βούλομαι αὐτὸν μένειν ἐνταῦθα; σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα. Σὺ δέ μοι κἀνταῦθα τὸ ἄτυφον ἐννόησον τοῦ εὐαγγελιστοῦ. Εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν, διορθοῦται αὐτὴν, ὡς οὐ συνεωρακότων αὐτῶν ὅπερ εἶπεν. Οὐ γὰρ εἶπε, φησὶν, ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθανεῖται, ἀλλ' ὅτι Ἐὰν αὐτὸν θέλω μένειν. Οὗτός ἐστιν ὁ μαθητὴς, ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Τί δήποτε, τῶν ἄλλων οὐδενὸς τοῦτο ποιοῦντος, οὗτος μόνος ταῦτά φησι, καὶ δεύτερον τοῦτο ποιεῖ μαρτυρῶν ἑαυτῷ· δοκεῖ δὲ προσίστασθαι τοῖς ἀκροωμένοις; τί οὖν ἐστι τὸ 59.481 αἴτιον; Λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Θεοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος· διὰ τοῦτο δείκνυσιν αὐτοῦ τὴν ἀγάπην συνεχῶς, αἰνιττόμενος τὴν αἰτίαν, ἀφ' ἧς ἐπὶ τὸ γράφειν ὥρμησε. ∆ιὰ τοῦτο καὶ συνεχῶς μέμνηται, ἀξιόπιστον ποιῶν τὸν λόγον, καὶ δηλῶν ὅτι κινηθεὶς ἐκεῖθεν, ἦλθεν ἐπὶ τοῦτο. Καὶ οἶδα, φησὶν, ὅτι ἀληθῆ ἐστιν ἃ λέγει· εἰ δὲ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν αὐτοῖς ἀπὸ τούτου πιστεῦσαι. Ποίου; Τοῦ ἑξῆς εἰρημένου· Ἔστι γὰρ, φησὶ, καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ὅθεν δῆλον, ὅτι οὐκ ἂν ἐχαρισάμην. Ὁ γὰρ, τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἰπὼν, ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, καὶ δηλώσας, πῶς καὶ δαιμονῶντα καὶ πλάνον ἐκάλουν, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην. Τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ λαμπρὰ προτιθέναι. Ἐπεὶ οὖν ἀπὸ πολλῆς πληροφορίας ἔγραψεν ἅπερ ἔγραψεν, οὐ παραιτεῖται τὴν ἑαυτοῦ μαρτυρίαν εἰς μέσον φέρειν, προκαλούμενος καθ' ἕκαστον ἐξετάζειν καὶ βασανίζειν τὰ γεγενημένα. Ἔθος γὰρ ἡμῖν, ὅταν σφόδρα ἀληθεύειν δοκῶμεν, μήποτε τὴν ἑαυτῶν μαρτυρίαν ἀρνεῖσθαι. Εἰ δὲ ἡμεῖς τοῦτο ποιοῦμεν, πολλῷ μᾶλλον ἐκεῖνος ὁ Πνεύματι γράφων· ὅπερ οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι κηρύττοντες ἔλεγον· Ἡμεῖς ἐσμεν μάρτυρες, φησὶν, ὧν λέγομεν, καὶ τὸ Πνεῦμα ὃ ἔδωκε τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ πᾶσι δὲ παρῆν, καὶ οὐδὲ σταυρουμένου ἀπελιμπάνετο, καὶ τὴν μητέρα ἐνεχειρίσθη· ἅπερ πάντα σημεῖα τῆς πρὸς αὐτὸν ἀγάπης, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι τὰ σημεῖα, μὴ θαυμάσῃς· ἀλλ' ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δέξαι μετὰ πίστεως τὸ εἰρημένον. Ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι· οὕτως ἐκείνῳ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖ ἅπερ ἤθελεν. Ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. γʹ. Προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλίπωμεν ἀναπτύσσοντες