369
αὐτὰ καὶ διερευνώμενοι· ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως ἔστι τι πλέον ἡμῖν. Οὕτω τὸν βίον τὸν ἑαυτῶν ἐκκαθᾶραι δυνησόμεθα, οὕτω τὰς ἀκάνθας ἐκτεμεῖν. Τοιοῦτον γὰρ ἡ ἁμαρτία καὶ ἡ βιωτικὴ φροντὶς, ἄκαρπον καὶ ὀδυνηρόν. Καὶ καθάπερ ἡ ἄκανθα, ὅθεν ἂν κατέχηται, κεντεῖ τὸν κατέχοντα· οὕτω καὶ τὰ βιωτικὰ, ὅθεν ἂν κατάσχῃς, λυπεῖ τὸν περισφίγγοντα αὐτὰ καὶ θάλποντα. Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλὰ μαργαρίτῃ τινὶ προσέοικεν· ὅθεν ἂν περιστρέψῃς, τέρπει τοὺς ὀφθαλμούς. Οἷόν τι λέγω· 59.482 Ἐποίησέ τις ἐλεημοσύνην· οὐ μόνον τῇ ἐλπίδι τοῦ μέλλοντος τρέφεται, ἀλλὰ καὶ τοῖς ἐνταῦθα ἀγαθοῖς γάννυται, θαῤῥῶν πανταχοῦ καὶ μετὰ πολλῆς πάντα ποιῶν τῆς παῤῥησίας. Περιεγένετο πονηρᾶς ἐπιθυμίας· καὶ πρὸ βασιλείας ἐντεῦθεν ἤδη τὸν καρπὸν ἔλαβεν, ἐπαινούμενος, θαυμαζόμενος πρὸ τῶν ἄλλων πάντων ὑπὸ τοῦ οἰκείου συνειδότος. Καὶ ἕκαστον δὲ τῶν ἀγαθῶν ἔργων τοιοῦτόν ἐστιν, ὥσπερ οὖν τὰ πονηρὰ καὶ πρὸ τῆς γεέννης ἐνταῦθα κολάζει τὸ συνειδός. Κἂν τὰ μέλλοντα ἐννοήσῃς ἁμαρτὼν, περιδεὴς καὶ ἔντρομος καὶ μηδενὸς κολάζοντος γέγονας· κἂν τὰ παρόντα, πολλοὺς ἔχεις ἐχθροὺς καὶ μεθ' ὑποψίας ζῇς, καὶ οὐδὲ ἀντιβλέψαι δυνήσῃ τοῖς ἠδικηκόσι λοιπόν· μᾶλλον δὲ καὶ τοῖς μὴ ἠδικηκόσιν. Οὐ γὰρ τοσαύτην ἐπ' αὐτῶν καρπούμεθα τὴν ἡδονὴν, ὅσην τὴν ἀθυμίαν, τοῦ συνειδότος καταβοῶντος, τῶν ἔξωθεν ἀνθρώπων καταγινωσκόντων, τοῦ Θεοῦ παροξυνομένου, τῆς γεέννης ὠδινούσης ἡμᾶς λαβεῖν, τῶν λογισμῶν οὐχ ἡσυχαζόντων. Βαρὺ γὰρ, βαρὺ καὶ φορτικὸν ἡ ἁμαρτία, καὶ μολίβδου παντὸς χαλεπώτερον. Ὁ γοῦν αἰσθόμενος αὐτῆς, οὐδὲ μικρὸν ἀναβλέψαι δυνήσεται, κἂν σφόδρα ἀναίσθητος ᾖ. Οὕτω γοῦν καὶ ὁ Ἀχαὰβ, καίτοι σφόδρα ἀσεβὴς ὢν, ἐπειδὴ ταύτης ᾔσθετο, κάτω κύπτων ἐβάδιζε, συντετριμμένος καὶ τεταλαιπωρημένος. ∆ιὰ τοῦτο καὶ σάκκον περιεβάλετο, καὶ πηγὰς ἠφίει δακρύων. Ἂν τοῦτο ποιῶμεν ἡμεῖς, καὶ πενθῶμεν ὡς ἐκεῖνος, ἀποδυσόμεθα τὰ ἐγκλήματα ὡς Ζακχαῖος, καὶ ἡμεῖς τευξόμεθά τινος συγγνώμης. Καθάπερ γὰρ ἐπὶ τῶν οἰδημάτων καὶ τῶν συρίγγων, ἂν μὴ πρότερον στήσῃ τις τὸν χυμὸν τὸν ἐπιῤῥέοντα, καὶ τὸ τραῦμα ἐπιτρίβοντα, ὅσα ἂν ἐπιθήσῃ φάρμακα, τῆς πηγῆς τοῦ κακοῦ μὴ κατασχεθείσης, εἰκῆ πάντα ποιεῖ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τὴν χεῖρα στήσωμεν τῆς πλεονεξίας καὶ τὴν πονηρὰν ταύτην ἐπιῤῥοὴν ἀναστείλωμεν, κἂν ἐλεημοσύνην δῶμεν, εἰκῆ πάντα ποιοῦμεν. Τὸ γὰρ θεραπευθὲν δι' αὐτῆς, ἐπελθοῦσα ἡ πλεονεξία κατέκλυσε καὶ ἐλυμήνατο, καὶ χαλεπώτερον τοῦ προτέρου εἰργάσατο. Παυσώμεθα τοίνυν ἁρπάζοντες, καὶ οὕτως ἐλεήσωμεν. Εἰ δὲ εἰς κρημνοὺς ἑαυτοὺς φέρωμεν, πῶς δυνησόμεθα ἀναπνεῦσαι; Καὶ γὰρ εἴ τις τὸν μέλλοντα καταπίπτειν ἄνωθεν ἕλκοι (ὅπερ ἐστὶν ἡ ἐλεημοσύνη), ἕτερος δὲ κάτωθεν βιάζοιτο, οὐδὲν ἔσται τι πλέον ἀπὸ τῆς τοιαύτης πάλης, ἢ τὸ διασπασθῆναι τὸν ἄνθρωπον. Ἵν' οὖν μὴ τοῦτο πάθωμεν, μηδὲ βαρούσης τῆς πλεονεξίας κάτωθεν, ἡ ἐλεημοσύνη καταλιποῦσα ἡμᾶς ἀπέλθῃ, κουφίσωμεν ἑαυτοὺς καὶ ἀναπετάσωμεν, ἵνα διὰ τῆς ἀπαλλαγῆς τῶν κακῶν, καὶ διὰ τῆς τῶν αἰωνίων ἀγαθῶν ἐργασίας τελειωθέντες, ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.