1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

καὶ οὐκ ἔστιν ἄλλος· καὶ πάλιν· Κύριε ὁ θεὸς ἡμῶν· πλήν σου ἄλλον οὐκ οἴδαμεν: 10 ζακχαίος εἶπεν: Οὐκοῦν θεὰ ἐστὶν ὁ χριστός: ἀθανάσιος εἶπεν: Θεός, εἰπέ· καὶ μὴ ὡς ἰουδαῖος νόμιζε, ἐπὶ τῶν ἀσωμάτων τὰ θηλυκὰ ὀνόματα καὶ τὰ ἀρρενικὰ ὁμοίως λέγεσθαι, ὡς καὶ ἐπὶ τῶν σωμάτων· ἐπεὶ καὶ ἡ ψυχή σου θηλυκῷ ὀνόματι κέκληται ψυχή· καὶ οὐκ ἔστι θήλεια καὶ ἄρρην ψυχή: 11 ζακχαίος εἶπε: ∆εῖξον μοι ὅτι θεὸς λέγεται καὶ ἡ σοφία τοῦ θεοῦ ἐν ἰδίῳ προσώπῳ: ἀθανάσιος εἶπε: Τέως ἐδείχθη ὅτι ἔστι τις δύναμις κατὰ τὴν γραφὴν ᾗ λέγει ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, καὶ ὅτι ταύτην τὴν δύναμιν σοφίαν τοῦ θεοῦ εἶναι ὁ προφήτης εἶπε λέγων· πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ αὐτὴν τὴν σοφίαν λόγον ὠνόμασε λέγων· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· ὅτι δὲ οὔτε λόγος διὰ φωνητηρίων ὀργάνων ἀναπεμπόμενος, οὔτε πνεῦμα διὰ τῶν ἀναπνευστικῶν δῆλον ὅτι ἐκ τοῦ ἀσώματον εἶναι τὸν θεόν: 12 ζακχαίος εἶπεν: Ἔστω τὶς δύναμις καὶ ἡ σοφία ᾗ λέγει· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· μὴ καὶ θεὸς ἐστὶν ἡ δύναμις; ἀθανάσιος εἶπε: Αὐτῇ ταύτῃ τῇ δυνάμει λέγει ὁ θεός· ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν: ζακχαίος εἶπεν: Εἰ γὰρ εἶπεν ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν θεός; 13 ἀθανάσιος εἶπεν: Ὁμολογεῖς τέως· ὅτι ἔστι τις δύναμις, ᾗ συνήθως συνομιλεῖ ὁ θεός· καὶ αὐτὴ ἐστὶν ἡ λέγουσα διὰ τοῦ σολομῶνος· ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἤμην παρ' αὐτῷ ἁρμόζουσα· καὶ τό, ἐγὼ ἤμην ᾗ προσέχαιρεν: ζακχαίος εἶπε: Μὴ εἶπεν ὅτι ἐγὼ ἤμην ὁ θεός; ἀθανάσιος εἶπε: Προκοπτέτω ὁ λόγος ἡλικίᾳ καὶ σοφίᾳ πνευ ματικῇ: ζακχαίος εἶπε: ∆εῖξον ὅτι θεὸς καὶ ἄλλος ἐστίν: ἀθανάσιος εἶπεν: Ἐὰν μὴ μάθῃ τις τὰ στοιχεῖα, συλλαβὰς ἀναγνῶναι οὐ δύναται· ἀνάγκη οὖν σε στοιχειωθῆναι καὶ οὕτως νοῆσαι τὰ λεγόμενα καὶ σημαινόμενα διὰ τῶν στοιχείων: 14 ζακχαίος εἶπεν: Ἰδοὺ ἔγνων ὅτι ἔστι τις δύναμις ᾗ προσέχαιρεν ὁ θεός· μή, ὅτι καὶ θεός ἐστιν ἔδειξας; ἀθανάσιος εἶπεν: Ἐὰν λέγῃ ἡ γραφή· καὶ ὤφθη κύριος ὁ θεὸς τῷ ἀβραάμ. καὶ εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. Καὶ ἐν ευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ᾔδει γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν. καὶ φυλάξουσι τὴν ὁδὸν κυρίου τοῦ θεοῦ· τοῦ ποιεῖν ἐλεημοσύνην καὶ κρίσιν· ὅπως ἂν ἐπαγάγῃ κύριος ὁ θεὸς ἐπὶ ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν· εἶπε δὲ κύριος ὁ θεός· κραυγὴ σοδόμων καὶ γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρός με. εἰ δὲ μή, ἵνα γνῷ. καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς σόδομα. ἀβραὰμ δὲ ἦν ἔτι ἑστηκὼς ἐναντίον τοῦ κυρίου. καὶ εὐλογήσας ἀβραὰμ εἶπεν· μὴ συναπολέγῃς δίκαιον μετὰ ἀσεβοῦς. καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἐκεῖνον, ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; μηδαμῶς ὁ κρίνων πᾶσαν γῆν οὐ ποιήσεις κρίσιν; εἶπε δὲ κύριος ὁ θεός· ἐὰν εὕρω ἐν σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς. καὶ οὕτως ὑφελὼν πέντε· καὶ πάλιν πέντε· ἦλθεν ἕως δέκα. τίνα οὖν λέγεις τῷ ἀβραὰμ ταῦτα λελαληκέναι, αὐτὸν τὸν θεόν, ἢ τὴν δύναμιν αὐτοῦ; ζακχαίος εἶπεν: Αὐτὸν τὸν θεόν: 15 ἀθανάσιος εἶπεν: Ὅτ' ἂν λέγῃ ἡ γραφή· καὶ κύριος ὁ θεὸς ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ. καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον. ἄρα παρὰ ποίου κυρίου κύριος ὁ θεὸς ἔβρεξε ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ; ζακχαίος εἶπεν: Οὐ λέγει κύριος ὁ θεὸς ἔβρεξεν· ἀλλὰ κύριος ἔβρεξεν: ἀθανάσιος: Καὶ μάλιστα τὰ πλείονα τῶν ἀντιγράφων, Κύριος ὁ θεὸς ἔχουσιν. δῶμεν