1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

πατράσιν ἡμῶν λέγων ὅτι πᾶν ἄρσεν ὃ ἐὰν οὐ περιτμηθῇ τῇ ὀγδόῃ ἡμέρᾳ, ἐξολοθρεύσεται ἐκ τοῦ λαοῦ· οὐκέτι βούλεται τὴν περιτομήν; ἀθανάσιος: Οἶδε τὸ σύμφερον· καὶ τότε μὲν ἀπῄτει τὴν σκιάν· νῦν δὲ τὴν ἀλήθειαν· καὶ γὰρ οὐ τοῦτο ἦν ὃ προηγουμένως ἀπῄτει· ὥστε περιτέμνεσθαι carnem praeputii; sed uolens inde significare τὴν ἀλήθειαν· ἀμέλει αἰτιᾷ αὐτοὺς λέγων· πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί. ὁ δὲ λαὸς οὗτος, τῇ καρδίᾳ· ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομή, ἐντεῦθεν ἐστὶ δῆλον, ὅτι Ἀβραὰμ ἀπερίτμητος εὐηρέστησε τῷ θεῷ πρῶτον γὰρ αὐτῷ ὤφθη· καὶ τότε αὐτῷ τὴν ἐντολὴν τῆς περιτομῆς δίδωσι· καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ γεννηθέντες ἐν τοῖς τεσσαράκοντα ἔτεσιν, ἀπερίτμητοι ἦσαν: 124 ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι: ἀθανάσιος: Οἶδα ὅτι ὅτε ἔμελλεν εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τότε κατ' ἐντολὴν τοῦ θεοῦ, λαβὼν ἰησοῦς ὁ τοῦ ναυῆ λίθους πετρίνους, καὶ ἐν αὐτοῖς τοῖς λίθοις, περιτέμνει τὸν λαόν: ζακχαίος: Εἰ τοίνυν οἶδας ὅτι μέλει τῷ θεῷ τῆς περιτομῆς χάριν, πῶς σὺ λέγεις, ἡ περιτομὴ οὐδέν ἐστιν; 125 Ὅτι τοῦ θεοῦ ἐστι τὸ πρόσταγμα φανερόν, διὸ προσετάττετο· ἐπειδὴ γὰρ παραδοξάζειν ἠβούλετο μεταξὺ τῶν αἰγυπτίων, καὶ αὐτῶν τῶν υἱῶν ἰσραήλ, πρὸ τοῦ ἀπελθεῖν εἰς αἴγυπτον, δίδωσιν αὐτοῖς τὴν περιτομήν· ἵνα φανερὸν ᾖ τὸ γένος πᾶσι τοῖς ἀνθρώποις· καὶ γενομένους πάλιν αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐκ ἀπῄτει τὴν περιτομήν· μόνοι γὰρ ἦσαν αὐτοί. καὶ οὐκ ἦν ὁ ἀναμιγνύμενος· ὅτε δὲ ἔμελλεν ἀναμίγνυσθαι ἑτέροις ἔθνεσιν, πάλιν βούλεται αὐτοὺς περιτέμνεσθαι· ἵνα φανερὸν ᾖ τὸ ἔθνος τοῖς οἰκείοις αὐτῶν. καὶ τότε λέγει τῷ ἰησοῦ λαβεῖν μαχαίρας πετρίνας καὶ περιτέμνειν αὐτούς· τοῦτο οὐκ ἀργῶς, ἀλλὰ συμβολικῶς· ἡ γὰρ πέτρα ἐστὶν ὁ χριστός· ἐν ᾧ περιτεμνώμεθα, οὐ τὴν σάρκα τῆς ἀκρο βυστίας· εἰ δὲ μὴ συμβολικῶς ἐγίνετο ταῦτα, διὰ τί μὴ σιδήρῳ περιετέμ νοντο, ἀλλὰ πέτραις; 126 ζακχαίος εἶπεν: Ἵνα δειχθῇ τὰ μεγαλεῖα τοῦ θεοῦ· ὅτι καὶ πέτραις ἠδυνήθησαν περιτμηθῆναι: ἀθανάσιος: Ἔτι πλέον ἐδείκνυτο, εἰ λόγῳ ψιλῷ περιτμηθέντες ἦσαν ἄνευ ὕλης τινός· ἵνα δὲ γνῷς ὅτι ἡ περιτομὴ οὐ δικαιοῖ· νῶε ἄνθρωπος δίκαιος καὶ θεοσεβὴς ἦν ἄνευ τῆς περιτομῆς, ἐνὼχ μετετέθη ὡς γέγραπται ἀπερίτμητος ὤν: 127 ζακχαίος εἶπε: Πόθεν γάρ μοι ἔχεις δεῖξαι, ὅτι ἀπερίτμητοι ἦσαν; ἀθανάσιος: Ὅτι ἀπὸ τοῦ ἀβραὰμ ἤρξατο ἡ περιτομή· αὐτῷ γὰρ πρώτῳ ἐνετείλατο ὁ θεὸς περιτμηθῆναι, καὶ τῷ σπέρματι αὐτοῦ: 128 ζακχαίος εἶπε: Πεῖσόν με διὰ τί τὰς θυσίας παραιτεῖσθε ποιεῖν; πρώτων τῶν ἁγίων θυσιασάντων τῷ θεῷ· ἢ καὶ τοῦτο ἔχεις εἰπεῖν ἀπὸ ἀβραὰμ τὴν ἀρχὴν εἰληφέναι; ὅπως τῆς γραφῆς λεγούσης ὅτι ἀπὸ ἀδὰμ ἔθυσαν, καὶ προσεδέχθησαν αὐτῶν αἱ θυσίαι ἀπὸ ζώων οὖσαι. 129 ἀθανάσιος: Καὶ ἡμεῖς ἴσμεν, ὅτι πάντες οἱ ἅγιοι πρὸ τῆς χριστοῦ ἐπιδημίας ἔθυον· μετὰ δὲ τὸν χριστὸν πέπαυται θυσία ἡ διὰ ζώων ἀλόγων· ηὔξηται δὲ ἡ διὰ τοῦ πνεύματος· τοῦ θεοῦ διαρρήδην βοῶντος μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι· θῦσον τῷ θεῷ θυσίας αἰνέσεως: