1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

ἰσραήλ, σωτηρία: 94 ζακχαίος εἶπε: Τῇ ἱερουσαλὴμ ἔλεγεν ἐκοπίσσεν αἴγυπτος, καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται· καὶ σοὶ ἔσονται δοῦλοι· καὶ σοὶ ἀκολουθήσουσι δεδεμένοι χειρο πέδαις: ... 96 ἀθανάσιος: Αὕτη οὖν ἱερουσαλὴμ καὶ θεός ἐστιν, λέγει γὰρ ὅτι καὶ προσκυνήσουσί σοι· καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεὸς ἔστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ ἰσραήλ, σωτήρ: ζακχαίος εἶπε: Τίνι οὖν ἄλλῳ λέγει: 97 ἀθανάσιος: Οὐδενὶ ἄλλῳ· πλὴν τοῦ χριστοῦ: ζακχαίος εἶπε: Πῶς; ἀθανάσιος: Ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων, χριστοῦ γεννηθέντος καὶ τῆς εἰδωλολατρείας λυομένης, καὶ τῆς μαγείας καταρ γουμένης. καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπ' αὐτὸν διέβησαν· καὶ αὐτοῦ ἐγένοντο δοῦλοι· καὶ ὀπίσω αὐτοῦ ἀκολουθήσουσι· δεδεμένοι χειροπέδαις πάντες οἱ ὑψηλοὶ τῆς γῆς· καὶ ἐν αὐτῷ προσεύξονται· καὶ προσκυνήσουσιν αὐτόν· καὶ ὁμολογήσουσιν, ὅτι ἐν αὐτῷ θεὸς ἔστι, καὶ οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ· αὐτὸς γάρ ἐστι θεὸς καὶ οὐκ ᾔδεισαν, θεὸς τοῦ ἰσραήλ, σωτήρ: 98 ζακχαίος εἶπε: Πῶς καὶ ἐν αὐτῷ ἔστι θεὸς καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ; ἀθανάσιος: ∆ιὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· διὰ τὸ ταὐτὸν τῆς δόξης, διὰ τὸ ἀμεσίτευτον τῆς δυνάμεως· διὰ γὰρ τοῦτο κύριος ὁ θεός, κύριος εἷς ἐστιν· ὅτι ἓν τὸ θέλημα· μία ἐξουσία· ἓν τὸ κράτος· οὐδὲ γὰρ ἄλλο βούλεται ὁ πατήρ, καὶ ἄλλο ὁ υἱός· εἰ δὲ θέλεις καὶ πλειόνων μυστηρίων, ἀνάγνωθι τὸν ἑβδομηκοστὸν πρῶτον ψαλμὸν τοῦ δαυὶδ μετὰ φόβου θεοῦ καὶ ἀληθείας καὶ συνειδήσεως ἀγαθῆς· τάχα γὰρ ἐν τῇ συναγωγῇ ὑμῶν ἀντὶ ᾠδῶν τερπουσῶν τὴν ἀκοήν, ταῦτα ἀναγινώσκετε: 99 ζακχαίος εἶπε: Τί γὰρ λέγει ὁ ψαλμὸς περὶ τοῦ χριστοῦ σου; ἀθανάσιος: Ἀνάγνωθι καὶ εὑρήσεις: ζακχαίος εἶπεν: Ἀνέγνων καὶ εὗρον ὅτι περὶ σολομῶνος λέγει: 100 ἀθανάσιος: Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δός· τίς λέγει; ζακχαίος εἶπεν: Ὁ δαυὶδ ἀξιοῖ τὸν κύριον ἵνα τὸ κρίνειν καλῶς δῷ τῷ υἱῷ αὐτοῦ, τοῦτ' ἔστιν τῷ σολομῶντι: ἀθανάσιος: Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως; ζακχαίος εἶπε: Τῷ υἱῷ τοῦ βασιλέως, λέγει· τῷ ἐμῷ υἱῷ· ἡ βασιλεία γὰρ ἦν δαυὶδ ὅτε ηὔχετο τῷ θεῷ, ἵνα τὴν δικαιοσύνην αὐτοῦ δῷ τῷ σολομῶντι αὐτὸς ὁ θεός: 101 ἀθανάσιος: Ἀκολούθησον αὐτῷ μετὰ φόβου θεοῦ. ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην· κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην: 102 ζακχαίος λέγει: Ταῦτα πάντα περὶ τοῦ σολομῶνος λέγει: ἀθανάσιος: Ἴδωμεν οὖν καὶ τὰ ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: 103 ἀθανάσιος: Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν· ἄρα ὁ σολομὼν συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν; ζακχαίος εἶπε: Τὸ ὄνομα αὐτοῦ συμπαραμενεῖ ἐν τῷ ἡλίῳ. ἰδοὺ γοῦν· καὶ ὑμεῖς οἱ χριστιανοὶ ἐν πάσῃ τῇ γῇ μνημονεύετε τοῦ ὀνόματος αὐτοῦ ὡς σοφοῦ· καὶ ἕως γενεῶν συμπαραμένει αὐτῷ ἡ δόξα τοῦ ὀνόματος: 104 ἀθανάσιος: Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν ἦν αὐτοῦ τὸ ὄνομα. ζακχαίος εἶπε: Καὶ ἐγίνωσκεν αὐτοῦ τὸ ὄνομα ὁ θεός· καὶ πρὸ τῆς σελήνης: 105 ἀθανάσιος: Ἄκουσον οὖν τῶν ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης. ἐνώπιον αὐτοῦ προπεσοῦνται αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν. βασιλεῖς θαρσεὶς καὶ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς ἀράβων καὶ σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός· φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει. ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτοῦ. καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ