1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

ἐμμανουήλ. τὸ μέγα σημεῖον, ὃ αὐτὸς κύριος ἀντὶ πάντων παρέσχεν, τοῦτο ἦν· ἵνα γυνὴ νεωτέρα συλλαβοῦσα [οὐκ] ἐξ ἀνδρὸς τέκῃ υἱόν, ἕνα τῶν κατὰ συνήθειαν ἀνθρώπων; 33 ζακχαίος εἶπεν: Τὸ σημεῖον ἦν τοῦτο· ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ἔλαβε τὴν δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας: ἀθανάσιος: Ποῖον παιδίον πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, ἠπείθησε πονηρά, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ἔλαβε τὴν δύναμιν δαμασκοῦ καὶ τὰ σκῦλα σαμαρείας· εἰ μὴ μόνος ὁ χριστός; κειμένου γὰρ αὐτοῦ ἐπὶ τῆς φάτνης, ἦλθον οἱ μάγοι ἀποσταλέντες ἀπὸ ἡρώδου, ἀναζη τῆσαι καὶ μηνῦσαι αὐτῷ. Καὶ τοῦτο μὲν οὐκ ἐποίησαν ὃ ἐπεζήτησεν ὁ ἡρώδης· προσκυνήσαντες δὲ αὐτῷ, δεδώκασι χρυσόν, λίβανον, καὶ σμύρναν. ἵνα πληρωθῇ τὸ εἰρημένον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας: 34 ζακχαίος εἶπε: ∆αμασκηνοὶ γὰρ ἦσαν οἱ μάγοι; ἀθανάσιος: Παρὰ τῇ γραφῇ οἱ τὰ τοιαῦτα φρονοῦντες τοῖς αἰγυπτίοις, αἰγύπτιοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα χαναναίοις, χαναναῖοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα ἀμοραίοις, ἀμοραῖοι καλοῦνται· ἀμέλει ὁ προφήτης βοᾷ κατὰ τοῦ ἔθνους ὑμῶν· ὁ πατὴρ ὑμῶν ἀμοραῖος· ἡ γῆ ὑμῶν χετταία. οὕτως καὶ ἐπὶ τοὺς μάγους, τὰ αὐτὰ φρονοῦντας δαμασκηνοῖς καὶ σαμαρείταις, δαμασκηνοὺς καὶ σαμαρείτας ἐκάλεσεν: 35 ζακχαίος εἶπεν: ∆ιὰ τί εἴπερ ἔμελλεν ὁ χριστὸς ὃν λέγεις ἐπιδημεῖν, οὐ φανερῶς ἔλεγον οἱ προφῆται ὅτι τάδε ἔσται· ἀλλὰ σποράδην μαρτύριά μοι φέρεις, ποτὲ τούτου τοῦ προφήτου, ποτὲ ἄλλου, καὶ ποτὲ ἑτέρου; μὴ οὐκ ἠδύνατο εἷς αὐτῶν ἐκ τοῦ φανεροῦ εἰπεῖν· ὅτι μέλλει ἡ σοφία τοῦ θεοῦ σαρκοῦσθαι, καὶ τόδε παθεῖν καὶ τάδε ποιῆσαι; ἀθανάσιος: Τί τοσούτων εἰρηκότων οὐκ ἐπείσθητε; καὶ ἑνὶ λέγοντι, πῶς ἂν ἐπείσθητε; ζακχαίος εἶπε: Καὶ ὅλοι ἐκ τοῦ φανεροῦ, διὰ τί μὴ εἶπον· ἵνα μηδεὶς σκανδαλισθῇ; ἀθανάσιος: Καὶ πῶς ἔτι μυστήριον ἦν τὸ κηρυττόμενον, εἰ φανερῶς ἐκηρύττετο; ἄλλως τε δὲ καὶ ἐγίνωσκεν ὁ θεὸς ὅτι ἔθνος πονηρὸν ἔστε· καὶ λαὸς πλήρης ἁμαρτιῶν· διὰ τοῦτο διὰ παραβολῶν εἶπε ταῦτα. ἵνα μὴ ἀκούσαντες ὅτι μέλλει χριστὸς γεννᾶσθαι. καὶ μέλλουσι τὰ ἔθνη κληρονομία γίνεσθαι τοῦ θεοῦ, καύσετε τὰς βίβλους, ὑπὲρ τοῦ μὴ ἀναγνόντα τὰ ἔθνη σωθῆναι. καὶ γὰρ διὰ τοῦτο αὐτὸν ἐσταυρώσατε, ἐπεὶ δὴ ἔλεγεν, ἀρθήσεται ἀφ' ὑμῶν ὁ ἀμπελών. καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρπούς. πῶς οὐκ ἂν καὶ τὰς βίβλους ἐκαύσατε, οἱ καὶ τὸν δεσπότην σταυρώσαντες καὶ τοὺς κηρύξαντας λιθοβολήσαντες; ὅτι εἰ καὶ φανερῶς ἦσαν κηρύξαντες, τὰ αὐτὰ ἂν ἐποιήσατε, οὐκ ἐστὶν ἀμφίβολον· εἰ γὰρ μετὰ τὰ φανερὰ ἐν αἰγύπτῳ σημεῖα, καὶ τὰ ἐν τῇ ἐρυθρᾷ ἐξαίσια, καὶ τὰ μετὰ ταῦτα παράδοξα, ἐπὶ εἰδωλολατρείαν ἐτράπητε εἰπόντες τῷ ἀαρὼν ποίησον ἡμῖν θεούς, πῶς οὐκ ἐστὶν ὁμολογούμενον ὅτι τοιαύτης ὄντες προαιρέσεως, τὰ αὐτὰ ἐποιήσατε; 36 ζακχαίος εἶπεν: Οὐκ αἰσχύνῃ δεσπότου καὶ θεοῦ, καὶ δυνάμεως καὶ σοφίας σταυρὸν λέγων; ἀθανάσιος: Οἱ προφῆται οὐκ ᾐσχύνθησαν εἰπεῖν, ἐγὼ πῶς αἰσχυνθῶ; ζακχαίος εἶπε: Καὶ ἔχεις δεῖξαι ὅτι οἱ προφῆται σταυροῦσθαι αὐτὸν εἰρήκασιν; ἀθανάσιος: Πρῶτον μωσῆς λέγει· καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν· τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα, καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί; ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. καὶ ἀπὸ ἐνάτης πάλιν ὤφθη τὸ φῶς ὥστε λέγειν τοὺς ὁρῶντας· πῶς ἐγένετο ἑσπέρα· ὅ ἐστι σκότος. καὶ πάλιν πῶς ἐγένετο πρωί· ὅ ἐστι φῶς: 37 ζακχαίος εἶπεν: Ἀπὸ τῆς παλαιᾶς με διαθήκης πεῖσον, ὅτι δεῖ αὐτὸν σταυρωθῆναι: ἀθανάσιος: Τὸ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν, τῆς παλαιᾶς ἐστὶ διαθήκης· καὶ τὸ πρωὶ ἐρεῖς πῶς ἐγένετο ἑςπέρα, καὶ τὸ ἑσπέρας πῶς ἐγένετο πρωί, ὁμοίως τῆς παλαιᾶς ἐστίν: 38 ζακχαίος εἶπεν: Ἀλλὰ τοῦτο οὔκ ἐστιν σταυρὸς οὐδὲ θάνατος: ἀθανάσιος: Ἐὰν λέγῃ ἡσαΐας· Κύριε, τίς ἐπίστευσε