1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

κεφαλῆς αὐτῶν, καὶ λέγοντας· ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου: 65 ζακχαίος: Ἀλλ' οὐχὶ περὶ ὑμῶν εἴρηται τοῦτο τῶν χριστιανῶν· ἀλλὰ περὶ ἡμῶν τῶν ἰσραηλιτῶν εἴρηται: ἀθανάσιος: Ἄκουσον τῶν ἑξῆς τῆς προφητείας· ἵνα γνῷς ὅτι περὶ ἡμῶν εἴρηται: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Λέγει οὕτως· καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς· καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν: 66 ζακχαίος εἶπε: Τὸ σπέρμα τῶν ἰουδαίων γνωσθήσεται ἐν τοῖς ἔθνεσιν: ἀθανάσιος: Ἀληθῆ λέγεις: οἱ γὰρ ἅγιοι ἀπόστολοι, σπέρμα τοῦ ἀβραὰμ ὄντες, ἡμῖν τοῖς ἔθνεσιν ἐγνώσθησαν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν, ἅγιοι μάρτυρες· πᾶς γὰρ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς· ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ἀπὸ θεοῦ· καὶ εὐφροσύνῃ εὐφραν θήσονται ἐπὶ κύριον: 67 ζακχαίος εἶπεν: Ηὐφράνθημεν ἡμεῖς ἐπὶ κύριον: ἀθανάσιος: Καὶ πάλιν λέγω: ὑμῶν τίς εὐφροσύνη ἡ αἰώνιος; τῆς γῆς ὑμῶν ἐρημωμένης, καὶ τῶν πόλεων ὑμῶν πυρικαύστων γεγενημένων, καὶ ἀεὶ διὰ τοῦτο παθεῖν ὀφειλόντων; ναὶ ἢ οὔ; εἰπέ: 68 ζακχαίος εἶπεν: Ἀλλ' εἶπον ὅτι μέλλει γίνεσθαι ταῦτα καὶ οἰκοδομεῖσθαι ἡ πόλις: ἀθανάσιος εἶπεν: Ἴδωμεν τοῦτο ἀπὸ τῶν ἑξῆς εἰ μὴ ἐγένετο· λέγει οὕτως· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. εἰ δὲ ᾔδεις ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς χριστόν, χριστὸν ἐνεδυσάμεθα, καὶ χιτῶνα εὐφροσύνης, τὴν τοῦ πνεύματος ἐλάβομεν χάριν, καὶ ὡς νυμφίοι μίτραν τὸ σημεῖον τοῦ σταυροῦ ἔχομεν. καὶ ὡς νύμφη κατεκοσμήθημεν κόσμῳ ταῖς πράξεσιν· καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, ἡ ἐκκλησία κατ' ἐνιαυτὸν τοὺς φωτιζομένους ἀνθεῖ· καὶ ὡσεὶ κῆπος τὰ σπέρματα αὐτῆς ἀνατελεῖ τοὺς κατηχουμένους, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην· ὅτι ἔστιν ἡμέρα σωτηρίας καὶ ἀγαλλιάματος· λέγω δὲ τὴν ἀνάστασιν ἐναντίον πάντων τῶν ἐθνῶν: 69 ζακχαίος: Σεαυτῷ ὡς θέλεις νοεῖς· καὶ τὸ δὴ λεγόμενον, νεομηνίας κηρύττεις: ἀθανάσιος: Ἐπειδὴ ἔτι ἀπειθεῖς, ἄκουε τῶν ἑξῆς· καὶ φοβηθεὶς εἰπὲ τὴν ἀλήθειαν· διὰ σιὼν οὐ σιωπήσομαι· καὶ διὰ ἱερουσαλὴμ οὐκ ἀνήσω· ἕως ὂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου· καὶ καλέσει μου τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό. καὶ ἔσει στέφανος κάλλους ἐν χειρὶ κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου. 70 ζακχαίος: Περὶ τίνος λέγεις, λέγεσθαι ταῦτα; ἀθανάσιος: Περὶ ἱερουσαλήμ· οὐκέτι γάρ ἐστιν ἰουδαίων πόλις· ἀλλὰ χριστιανῶν πόλις, τῷ καινῷ ὀνόματι καλουμένη. ἀπελθὼν ἐκεῖσε ὄψει χριστοῦ τὴν πόλιν ταύτην οὖσαν, καὶ μοναζόντων οἰκητήριον· καὶ τοῦ χριστοῦ τὴν ἀνάστασιν· καὶ πάντας τοὺς βασιλεῖς τὴν δόξαν αὐτῶν φέροντας· καὶ τὰ ἔθνη μετὰ πάντων τῶν λαῶν τὴν δικαιοσύνην αὐτῆς ἣν ἐδικαιώθη ἀπαγγέλλοντας: ζακχαίος εἶπεν: Οὐκέτι οὖν πυρίκαυστος καὶ ἄδοξος ἐστίν; ἀθανάσιος εἶπεν: Κατεστράφη καὶ ἠτιμάσθη ἰουδαίοις· ᾠκοδομήθη δὲ καὶ ἐδοξάσθη χριστιανοῖς: ζακχαίος εἶπεν: Ἡ προφητεία λέγει· καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν· ἰσχὺν ἐθνῶν κατέδεσθε· καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. ὁρᾷς ὅτι ἡμῖν τοῖς ἰουδαίοις τὴν ἐπαγγελίαν ἐπαγγέλλεται: 71 ἀθανάσιος: Ταῦτα ἀληθῶς λέγεις· οὕτως γὰρ καὶ αἱ ἐπαγγελίαι πληροῦνται τοῦ θεοῦ· ἃς ἐπηγγείλατο ὀμόσας τῷ ἀβραὰμ καθ' ἑαυτοῦ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε· καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέ ρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ὤμοσε δὲ καὶ τῷ δαυὶδ ἀλήθειαν καὶ οὐκ ἠθέτησεν αὐτόν· ἀλλὰ τὸ σπέρμα αὐτοῦ καθέξεται ἕως τοῦ αἰῶνος ἐπὶ τοῦ θρόνου αὐτοῦ. πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκε ὁ αὐτὸς κύριος ἡμῶν ἰησοῦς ὁ χριστός· καὶ ἐν αὐτῷ πᾶσαι αἱ ἐπαγγελίαι πληροῦνται· καὶ οἱ μὲν ἀλλογενεῖς ποιμαίνουσιν αὐτοῦ τὰ λογικὰ πρόβατα· καὶ