1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας: 54 ζακχαίος εἶπεν: Αὕτη ἔσται ἡ ἁμαρτία αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσ' ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας: [ἀθανάσιος:] καὶ αὐτοὺς μὲν τοὺς αἰγυπτίους, θέλει σώζεσθαι καὶ ἀναβαίνειν εἰς ἱερουσαλήμ· οὐ μὴν ἐν αἰγύπτῳ διαπορεύεσθαι: Ἀθανάσιος εἶπε: Οὐκ ἔχεις με δεῖξαι, ὅτι ἐν τῇ ἱερουσαλὴμ τῇ αἰσθητῇ θέλει πάντας κατ' ἐνιαυτὸν ἀπαντᾶν. πῶς γὰρ τοῦτο δυνατὸν γενέσθαι; ὥστε καὶ τοὺς ἀπὸ ὠκεανοῦ κατ' ἐνιαυτὸν ἔρχεσθαι εἰς ἱερουσαλήμ. ἵνα δέ σοι καὶ τοῦτο δοθῇ, ὅτι δυνατόν, μηδενὶ ἑτέρῳ προσέχοντας ἀνθρώπους ἢ τοῦτο μόνον σχολάζειν: 55 [ἀθανάσιος]: Ἄκουε ἡσαίου τοῦ προφήτου, ἐν αὐτῇ τῇ αἰγύπτῳ προσκυνεῖσθαι τὸν θεόν, καὶ διαρρήδην προφητεύοντος· καὶ γνωστὸς ἔσται κύριος τοῖς αἰγυπτίοις· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ θύσουσι θυσίας· καὶ εὔξονται τῷ κυρίῳ εὐχὰς καὶ ἀποδώσουσιν: 56 ζακχαίος εἶπεν: Οὐκ εἶπεν ἐν αἰγύπτῳ, ἀλλ' οἱ αἰγύπτιοι φοβηθήσονται τὸν κύριον· καὶ θύσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν οὐκ ἐν αἰγύπτῳ ἀλλ' ἐν ἱερουσαλήμ: ἀθανάσιος: Οὐ δὲ τοῦτο ἔχεις δεῖξαι ὅτι ἐν ἱερουσαλὴμ λέγει· ἵνα δὲ μή σε φιλόνεικον ποιήσω, ἄκουε αὐτοῦ τοῦ προφήτου φανερῶς λέγοντος· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν αἰγύπτῳ, λαλοῦσαι τῇ γλώσσῃ τῇ χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου. πόλις ἀσεδέχ, κληθήσεται ἡ μία πόλις· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον ἐν αὐτῇ τῷ κυρίῳ. καὶ ἔσται σημεῖον εἰς αἰῶνα κυρίῳ ἐν χώρᾳ αἰγύπτου. ὅτι κεκράξονται πρὸς κύριον, διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς. καὶ γνωστὸς ἔσται κύριος τοῖς αἰγυπτίοις· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον. καὶ γνώσονται οἱ αἰγύπτιοι τὸν θεὸν τὸν ἅγιον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται τῷ κυρίῳ καὶ ἀποδώσουσι. καὶ πατάξει κύριος τοὺς αἰγυπτίους πληγῇ μεγάλῃ, σείων αὐτῶν τὰ χειροποίητα. καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς: 57 ζακχαίος εἶπε: Πρὸς ταῦτα ἀντειπεῖν οὐκ ἔχω: ἀθανάσιος: Γένοιτό σοι καὶ ἐν τοῖς μείζοσι τὴν αὐτὴν φωνὴν ἐᾶσαι. ἵνα καὶ σὺ κληθῇς τῷ ὀνόματι τῷ καινῷ, τῷ δεδομένῳ ἐπὶ τῆς γῆς: ζακχαίος εἶπεν: Ἔνι γὰρ μεῖζον ὄνομα ὃ ἔχωμεν, ἰσραηλῖται καλούμενοι; ἀθανάσιος: Ἄκουε τοῦ θεοῦ διὰ τοῦ προφήτου ἡσαίου λέγοντος πάλιν· τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς: ζακχαίος εἶπε: Καὶ ποῖόν ἐστι τὸ ὄνομα; ἀθανάσιος: Ἐὰν καταξιωθῇς χριστιανὸς καλεῖσθαι, γνώσῃ τὸ ὄνομα τὸ καινόν: 58 ζακχαίος εἶπεν: Ἐπηγγείλω δεικνύναι ὅτι καὶ χριστός ἐστι, καὶ βασιλεύς, καὶ ἱερεύς: ἀθανάσιος: Εἰ χρίεται χριστός, οὐκ ἐν ἐλαίῳ γηίνῳ, ἀλλὰ πνεύματι θεοῦ· κατὰ τὸν προφήτην δαυὶδ τὸν λέγοντα· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου: 59 ζακχαίος εἶπεν: Ἔλαιον ἀγαλλιάσεως ἐστὶ τὸ χρίσμα τὸ παρὰ μωσέως κατασκευασθέν: ἀθανάσιος: ∆ιὰ τοῦτο παρὰ τοὺς μετόχους σου εἴρηται. καὶ οὐκ ἔχει κατὰ τοὺς μετόχους σου· οἱ γὰρ μέτοχοι αὐτοῦ, ἐλαίῳ γηίνῳ ἐχρίσθησαν· αὐτὸς γὰρ πνεύματι ἁγίῳ καθὼς γέγραπται· πνεῦμα κυρίου ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. 60 ζακχαίος εἶπεν: Ἡσαίας ὁ ταῦτα λέγων· μὴ γὰρ ὁ σὸς χριστός; ἀθανάσιος: Χριστὸς οὐ λέγεται ὁ χριόμενος ἐν πνεύματι ἁγίῳ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄπελθε οὖν εἰς ἱερουσαλήμ, καὶ μάθε ἐν αὐτῇ ἐρωτήσας, ποῦ κατῆλθεν πνεῦμα ἅγιον καὶ ἐπὶ τίνα· καὶ τότε ἵνα ἀκούσῃς, ὅτι ἐν τῷ ἰορδάνῃ ἐπὶ τὸν ἐκ μαρίας γεγεννημένον ἐπὶ καίσαρος αὐγούστου: 64 ζακχαίος εἶπε: Καὶ ἔχω πιστεῦσαι τοῖς εὐαγγελίοις σου; ἀθανάσιος: ∆ιὰ τοῦτο καὶ ὁ τόπος σοι εἴρηται καὶ ὁ χρόνος, ἵνα ἀπελθὼν ἐπὶ τὸν τόπον, λάβῃς τῶν πραγμάτων τὴν ἀπόδειξιν· καὶ γνῷς πεπληρωμένην τὴν προφητείαν ἐπὶ πάντας τοὺς πιστεύοντας αὐτῷ, εὐφροσύνην αἰώνιον ὁρῶν ἐπὶ