1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

χρυσίου τῆς ἀραβείας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν· ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν λίβανον ὁ καρπὸς αὐτῶν, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν· εὐλογητὸς κύριος ὁ θεὸς ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο γένοιτο. 106 ζακχαίος εἶπε: Ταῦτα ὁμολογουμένως περὶ τοῦ χριστοῦ εἴρηται· ἀλλ' οὐδέπω ἦλθε τέως: ἀθανάσιος: Τί οὐ πεπλήρωται τῶν εἰρημένων; ζακχαίος εἶπε: Πάντα: 107 ἀθανάσιος: Ἄκουε οὖν τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι κύριος. ὁρᾷς ὅτι ὁ προδότης καὶ τὰ τριάκοντα ἀργύρια λαβὼν ἐκ τῶν ἀρχιερέων ἀνέδωκε· καὶ ὁ ἀγρὸς ἠγοράσθη· καὶ ἡ προφητεία ἀπεπληρώθη· καὶ πῶς λέγεις ὅτι οὔπω ἦλθεν ὁ χριστός: 108 ζακχαίος εἶπεν: Οἶδα ὅτι ταῦτα λέγει ὁ προφήτης, ἀλλ' οὐχὶ περὶ τοῦ χριστοῦ: ἀθανάσιος: Κατεκυρίευσεν ἀπὸ θαλάττης ἕως θαλάττης· καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης· ἐνώπιον αὐτοῦ πεσοῦνται αἰθίοπες. καὶ οἱ ἐχθροὶ αὐτοῦ ὑμεῖς· χοῦν ἐσθίετε· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς· πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· καὶ ἐνευλογηθή σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς: 110 ζακχαίος εἶπεν: Οἱ σταυρώσαντες αὐτόν, προσκυνήσουσιν αὐτόν; ἀθανάσιος: Οἱ ἐχθροὶ ἀνεγράφησαν, καὶ τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ τιμή, καὶ ἡ δόξα, καὶ ἡ ἀνάστασις· ἀκούεις γοῦν τοῦ δαυὶδ λέγοντος· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς· καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτῶν: 111 ζακχαίος εἶπε: Πῶς οὖν κατ' αὐτοῦ καὶ ὑπὲρ αὐτοῦ; ἀθανάσιος: Ἐπειδὴ καὶ τὰ καλὰ ὁ θεὸς ἐγίνωσκε καὶ τὰ ἄλλα ὡς ἔχοντα, πεποίηκε πάντα γραφῆναι· καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον παρὰ τοῦ θεοῦ, διὰ τοῦ προφήτου· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος· καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ: 112 ζακχαίος εἶπε: Καὶ ἵνα τί λίθος προσκόμματος αὐτὸν ἐτίθει, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ φανεροῦ ὁμολογηθῆναι αὐτὸν ἐποίησεν; ἀθανάσιος: Εἰ μὲν μὴ προεῖπεν οὐ μὴ καταισχυνθῇ· αἰτιῶ τὸν θέμενον· εἰ δὲ προείρηταί σοι, ἑαυτὸν αἰτιῶ μὴ πιστεύσαντα. αὐτὸς γάρ ἐστιν ὁ λίθος, ὁ ἐξουθενηθεὶς ὑφ' ἡμῶν τῶν οἰκοδομούντων, περὶ οὗ λέγει ὁ δαυίδ· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας: 113 ζακχαίος εἶπεν: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐγένετο; ἀθανάσιος: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐκλήθη τὸ κατὰ σάρκα· ἐπειδὴ γὰρ ἔλαβε σάρκα ἐκ τῆς παρθένου, ἵνα καθάπερ ἐν αὐτῇ σαρκὶ ἡμῖν ἐπιφανεῖ, διὰ τοῦτο λίθος ἐκλήθη· καὶ οὗτός ἐστιν ὁ λίθος ὃν ἑρμήνευσεν δανιήλ, τμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν, καὶ λεπτύναντα τὴν εἰκόνα τῆς εἰδωλολατρείας: 114 ζακχαίος εἶπε: Καὶ ἀπὸ ποίου ὄρους ἐτμήθη λίθος; ἀθανάσιος: Ὄρος λέγει τὴν παρθένον μαριάμ· διὰ γὰρ τοῦτο καὶ ἄνευ χειρῶν, διὰ τὸ ἄνευ χειρουργίας ἀνδρὸς αὐτὴν γεννῆσαι τὸν λίθον, τοῦτ' ἐστὶ τὸ σῶμα· λέγει δὲ ἡ προφητεία· ναβουχοδονόσορ εἶδεν ἐνύπνιον· τὸ δὲ ἐνύπνιον ἀπῆλθεν ἀπ' αὐτοῦ, τουτέστιν ἐπελάθετο· καὶ καλέσας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς σοφοὺς βαβυλῶνος, ἔλεγεν αὐτοῖς· ὅτι τὸ ἐνύπνιον ἀπέστη ἀπ' ἐμοῦ. νῦν ἀναγγείλατέ μοι αὐτό, καὶ τὸ σύγκριμα αὐτοῦ τοῦ ἐνυπνίου. καὶ τῶν μάγων καὶ τῶν ἐπαοιδῶν λεγόντων ὅτι οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς ὃς δυνήσεται τὸ ῥῆμα τοῦ βασιλέως ἀναγγεῖλαι, ἀλλ' ἢ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία ἐπὶ τῆς γῆς. ἐκέλευσε ναβουχοδονόσορ πάντας ἀπολέσθαι τοὺς ἐπαοιδούς, καὶ τοὺς μάγους, καὶ τοὺς