1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

ἀλλόφυλοι ἀροτῆρες εἰσὶ γεωργοῦντες αὐτοῦ τὴν ἐκκλησίαν· αὐτὸς δὲ μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει, τὴν ἰσχὺν τῶν ἐθνῶν κατεσθίων· ἐγὼ γάρ φησιν ἐν εὐαγγελίοις βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε, καὶ ἐν τῷ πλούτῳ τῶν ἐθνῶν θαυμάζεται· ὁρᾷς γὰρ τοὺς σοφούς, τοὺς ῥήτορας, καὶ τοὺς ποιητὰς τὸν πλοῦτον τῶν λόγων αὐτῶν αὐτῷ προσφέροντας· καὶ ἀποτασσομένους μέν, τῆς εἰδωλολατρείας, προσφερομένους δέ, τῷ λόγῳ τῆς χάριτος· καὶ ὑμεῖς θεωροῦντες νεκροὺς ἐγηγερμένους, οὐκ ἐπιστεύσατε· ἀλλ' ἐνεκρώθητε· τὰ δὲ ἔθνη μετὰ τῶν νεκρῶν συνανέστησαν: 72 ζακχαίος εἶπε: Καὶ τί μέγα νεκροὺς ἀναστῆσαι; μάγοι γὰρ οὐκ ἀνέστησαν νεκρούς; καὶ σημεῖα ἐποίησαν οὕτως, ὥστε καὶ ἀντιστῆναι μωσεῖ; ἀθανάσιος: Μὴ οὖν ἐπειδὴ μάγοι σημεῖα πεποιήκασι καὶ ἀντέστησαν μωσεῖ, οὐδὲν μέγα ἐποίησε μωσῆς; 73 ζακχαίος εἶπε: Μωσῆς μὲν ἐποίησε σημεῖα μεγάλα· οὐκ ἀπὸ τῶν σημείων δὲ πιστεύεται θεός, ἀλλὰ ἀπὸ τῆς ἀληθείας: ἀθανάσιος: Καὶ τί μεῖζον χριστοῦ ἀληθείας; ποῖος γὰρ μάγος πρὸ τοῦ γεννηθῆναι ἴσχυσε σημεῖα καὶ τέρατα ποιῆσαι; 74 ζακχαίος εἶπε: Ποῖον γὰρ σημεῖον ἐποίησεν ὁ χριστὸς πρὸ τοῦ γεννηθῆναι; ἀθανάσιος: Τοὺς προφήτας ἐποίησε περὶ αὐτοῦ εἰπεῖν· ἰδοὺ ἡ παρθένος ἐν γαςτρὶ ἕξει· καὶ ἕτερα μυρία τοιαῦτα· καὶ ἐν αὐτῇ ὢν τῇ γαστρὶ τὸν ἰωάννην σκιρτῆσαι ἐν ἀγαλλιάσει ἐποίησεν: 75 ζακχαίος εἶπεν: Οὐ πιστεύω τοῖς εὐαγγελίοις σου: ἀθανάσιος εἶπεν: Οὐκοῦν οὐδὲ ὅτι μαρίας ἦν υἱὸς πιστεύεις; ζακχαίος: Ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐγεννήθη· καὶ οἶδα ὅτι μαρίας ἐστὶν υἱός: ἀθανάσιος: Καὶ ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐλισάβετ τὸν ἰωάννην ἐκυοφόρει, ὅτε χριστὸς ἐποίησεν αὐτὸν ἐν ἀγαλλιάσει σκιρτῆσαι· καὶ εὐθέως δὲ γεννηθείς, μάγους ἀπὸ ἀνατολῶν ἥλκυσεν τοῦ προσκυνῆσαι αὐτόν· οὐδεὶς δὲ γεννηθεὶς μάγος ἐποίησεν ἐν οὐρανῷ ἀστέρα φανῆναι, καὶ ἄλλους μάγους ἐλθόντας προσκυνῆσαι αὐτῷ: 76 ζακχαίος εἶπεν: Ἔχεις μὲ οὖν πεῖσαι ὅτι μάγοι γεννηθέντος αὐτοῦ ἦλθον καὶ προσεκύνησαν αὐτῷ; ἀθανάσιος: Ἐπ' αὐτῶν τῶν πραγμάτων πείσθητι· ἐρώτησον γὰρ διὰ τί ἡρώδης ἀνεῖλεν ἐν βηθλεὲμ παιδία· καὶ μαθὼν τὴν αἰτίαν γνώσῃ ὅτι διὰ τὸν χριστόν· τῶν μάγων ἐλθόντων καὶ λεγόντων· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων· εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν· καὶ τὰ μνημεῖα τῶν παιδίων εἰσὶ φανερὰ ἕως τῆς ἡμέρας ταύτης: 77 ζακχαίος εἶπεν: Οὐ πιστεύομεν ὅτι οὕτως ἐγένετο. ἆρα γὰρ καί πως οὐκ ἠδυνήθη ὁ χριστός σου βοηθῆσαι τοῖς παιδίοις, ἵνα μὴ ἀποθάνωσιν; ἀθανάσιος: Εἰ μὲν οὖν καταγελᾷς, ἀντίθες τὰ παιδία τὰ ὑπὸ τοῦ φαραῶ ἀναιρεθέντα, ἐν ᾧ καιρῷ ἐγεννήθη μωυσῆς· καὶ εἰπέ· οὐκ ἠδύνατο ὁ θεὸς ῥύσασθαι τὰ παιδία τῶν ἑβραίων; εἰ δὲ δυνάμενος οὐκ ἐρρύσατο καὶ ὁ χριστὸς δὲ δυνάμενος οὐκ ἐρρύσατο· αὐτὸς γὰρ καὶ τότε καὶ νῦν μακροθυμῶν: 78 ζακχαίος εἶπεν: Ἀλλ' ἐπὶ τοῦ μωύσεως ἐξεδίκησεν ὁ θεὸς τὸν θάνατον τὸν τῶν παιδίων, διὰ τῶν πληγῶν ὧν ἐπήγαγεν κύριος τοῖς αἰγυπτίοις: ἀθανάσιος: Εἰ μὴ ἀναισθητοῦσιν ἰουδαῖοι, πλέον ἂν πεπόνθασιν αἰγυπτίων ἐν τῇ ἀναλώσει τῆς ἱερουσαλήμ· καὶ αἰγύπτιοι μέν, ἐνιαυτῷ ἑνὶ ἢ δυσὶ πεπόνθασιν· ἰουδαῖοι δέ, ἀπὸ τοῦ χριστοῦ ἕως τοῦ νῦν τιμωροῦνται· τιμωρηθήσονται δὲ καὶ εἰς τὰ μετὰ ταῦτα, ἐὰν μὴ μετανοήσωσιν: 79 ζακχαίος εἶπε: Κἂν πιστεύσω τῷ χριστῷ, ὡς ἱερεῖ αὐτῷ πιστεύω, μὴ ὡς θεῷ; σὺ γὰρ εἶπας ὅτι μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει: ἀθανάσιος: Ἀλλ' εἶπον ὅτι αὐτὸς ἐστὶ καὶ ἱερεὺς καὶ κύριος καὶ θεὸς καὶ ποιμήν: 80 ζακχαίος: Ὁ μὲν θεὸς εἴρηται ποιμὴν ὁμολογουμένως. ἐπειδὴ τοῦ λαοῦ ἐστι ποιμήν· ὡς ὁ προφήτης λέγει· ὁ ποιμαίνων τὸν ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ἰωσήφ: ἀθανάσιος: Ὁ αὐτὸς προφήτης καὶ κύριον αὐτὸν εἶπε καὶ θεὸν καὶ ἱερέα: 81 ζακχαίος εἶπεν: Ἀνάγνωθί μοι ποῦ γέγραπται: ἀθανάσιος: Ἐν τῷ ˉῥˉθ ψαλμῷ οὕτως εἴρηται· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ῥάβδον δυνάμεως ἐξαποστελεῖ