1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

δὲ ὅτι οὐ πρόκειται ὁ θεός· οὔκ ἐστι δῆλον ὅτι ὁ βρέξας ὁ εἰρηκὼς τῷ λώτ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας: 16 ζακχαίος εἶπεν: Οὔ· ἀλλὰ τὸ κύριος ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. τοῦτ' ἔστιν, ἄγγελος ἔβρεξεν παρὰ κυρίου τοῦ θεοῦ: ἀθανάσιος: Καὶ τὸν μὲν ἄγγελον κυρίου κύριον λέγεις· τὴν δὲ δύναμιν αὐτοῦ κύριον οὐ λέγεις; ζακχαίος εἶπεν: Εἶπον ὅτι τὸν ἄγγελον κύριον εἶπε, παρὰ κυρίου τοῦ θεοῦ βρέξαντα. μὴ γὰρ τὴν δύναμιν εἶπεν κύριον; 17 ἀθανάσιος εἶπεν: Εἴπαμεν ἐν ἀρχῇ τοῦ λόγου ὅτι γέγραπται· πάντα ἐν σοφίᾳ ἐποίησεν· δηλονότι· εἰ τὰ πάντα καὶ τοῦτο· ἓν γὰρ τῶν πάντων καὶ αὐτὸ τὸ βρέξαι πῦρ καὶ θεῖον ἐπὶ σόδομα καὶ γόμορρα: ζακχαίος εἶπε: Κύριος οὖν ὁ θεὸς παρὰ κυρίου τῆς σοφίας ἔβρεξεν; ἀθανάσιος εἶπεν: Οὔ· ἀλλὰ αὐτὴ ἡ σοφία κύριος καὶ θεὸς οὖσα ἔβρεξε παρὰ κυρίου τοῦ θεοῦ πῦρ καὶ θεῖον: ζακχαίος εἶπε: Ἀλλ' οὐκ εἶπε παρὰ κυρίου τοῦ θεοῦ, ἀλλὰ παρὰ κυρίου· ἄρα οὖν ἡ μὲν σοφία κύριος ὁ θεὸς λέγεται, ὁ δὲ θεὸς κύριος μόνον; 18 ἀθανάσιος εἶπεν: Ἐπεὶ δὴ πᾶσίν ἐστιν ὁμολογούμενον ὅτι ὁ αἴτιος καὶ γεννήτωρ τῆς σοφίας κύριος ἐστὶ καὶ θεός· διὰ τοῦτο ἐπ' αὐτῷ τὸ κύριος μόνον εἶπεν· ἐπὶ δὲ τῆς σοφίας καὶ τὸ θεὸς προσέθηκεν. ᾔδει γὰρ τοὺς ἀπειθοῦντας αὐτῷ: 19 ζακχαίος εἶπε: ∆ύο οὖν θεοί; ἀθανάσιος εἶπε: Μὴ γένοιτο τοῦτ' εἰπεῖν: ζακχαίος εἶπεν: Εἰ ὁ θεός, θεὸς καὶ γεννήτωρ, καὶ θεὸς ἡ σοφία, δύο θεοί: ἀθανάσιος εἶπε: ∆ύο θεοὶ οὐκ εἰσίν· ἐπεὶ δὴ ἡ αὐτή ἐστι φύσις, καὶ ἓν θέλημα, καὶ μία συμφωνία. καὶ ὥσπερ βασιλεὺς λέγεται, καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὕτως θεός, καὶ ἡ τοῦ θεοῦ εἰκὼν καὶ σοφία· καὶ οὐ δύο θεοί. καὶ ἐπὶ μὲν τοῦ ἀνθρώπου μιμητικῶς εἰκών, ἐπὶ δὲ τοῦ θεοῦ φυσικῶς: 20 ζακχαίος εἶπεν: Εἰ ὁ θεὸς ὁ θεός, καὶ θεὸς ἡ εἰκών, δύο θεοί: ἀθανάσιος εἶπε: ∆ύο θεοὶ εἰσὶν ὅτ' ἂν ἄλλο θέλημα τὸ πρωτότυπον· καὶ ἄλλο ἡ εἰκών· ὅτ' ἂν δὲ τὸ αὐτὸ θέλημα, ἡ αὐτὴ γνῶσις, ἡ αὐτὴ γνώμη, ἡ αὐτὴ φύσις· εἷς θεός, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· ἀμέλει καὶ αὐτὸς μωυσῆς τὸ ἀπαράλλακτον τῆς γνώμης καὶ τοῦ θελήματος καὶ τῆς οὐσίας δεικνὺς τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, μίαν σάρκα εἶπε λέγων· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἐν τῇ ᾠδῇ λέγει· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν διὰ τὸ ταὐτὸν τῆς φύσεως· εἰ δὲ τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, καίτοι σώματα ὄντα, ἑνικῶς εἶπεν, τὸν ἀσώματον θεόν, καὶ τὸν αὐτοῦ λόγον θεὸν ὄντα, οὐκ ἂν πληθυντικῶς ἐκάλεσεν: 21 ζακχαίος εἶπε: ∆ῶμεν ὅτι θεός ἐστι καὶ ἡ σοφία, μὴ καὶ ὁ χριστὸς ἐκ γυναικός; ἀθανάσιος εἶπεν: Αὐτὴ ἡ σοφία, μόνη καὶ ἀληθῶς οὖσα ἐκ τοῦ θεοῦ θεός, ἀπολλυμένων τῶν ἀνθρώπων, ἠθέλησεν ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· ἵνα δι' ἑαυτοῦ σώσῃ βουλήματι τοῦ πατρὸς τὸ τῶν ἀνθρώπων γένος. καὶ ἁγιάσας τὴν παρθένον μαριάμ, ἔλαβεν ἐξ αὐτῆς σῶμα, ἵνα σωματικῶς μετὰ τῶν ἀνθρώπων συν αναστραφεὶς ὡς ἄνθρωπος, διὰ τοῦ ὁμοίου, σώσῃ τὸ τῶν ἀνθρώπων γένος: 22 ζακχαίος εἶπε: Βλασφημεῖς ἄνθρωπε· λέγων τὴν σοφίαν τοῦ θεοῦ εἰς μήτραν ἀνθρώπου εἰσεληλυθέναι: ἀθανάσιος εἶπεν: Μὴ ταράττου: καὶ ἀπὸ τῶν γραφῶν σε πείθω· ὅτι οὐκ ἐν μόνῃ τῇ μήτρᾳ μαριὰμ ἔπλασεν ἑαυτῷ ναὸν τὸ θεῖον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ μήτρᾳ γυναικός, ἡ σοφία πλάττει καὶ ἁγιάζει τοὺς ἀνθρώπους. ἀμέλει τῷ ἱερεμίᾳ ἔλεγε· πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας, ἐπίσταμαί σε. καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε: 23 ζακχαίος εἶπε: Ναὶ πλάττει καὶ δημιουργεῖ· μὴ καὶ εἰσέρχεται εἰς μήτραν; ἀθανάσιος εἶπε: Πρῶτον αὐτὴν τὴν μήτραν τῆς γυναικὸς οὐκ αὐτὸν λέγεις πεπλακέναι, καὶ πᾶν μέλος τοῦ σώματος; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος εἶπεν: Εἰ τοίνυν κατηξίωσε, πηλὸν λαβεῖν ἀπὸ τῆς γῆς καὶ διὰ τῶν ἑαυτοῦ χειρῶν πλάσαι μήτραν, καὶ πᾶν εἴτι ἕτερον μέλος δια πλάσσει· τί βδελύσσει ἀκούσας ὅτι ἑαυτῷ ναὸν πλάσαι ἀπὸ μήτρας κατηξίωκεν, καὶ ἀπ' ἀρχῆς ταῦτα δι' ἑαυτοῦ κατεργάσασθαι· εἰ δὲ πλάττει, ἔσω ὂν