1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

σοι κύριος ἐκ σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· μετά σου ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: 82 ζακχαίος εἶπε: Καὶ πότε ἐγένετο ἱερεύς; περὶ σολομῶνος εἴρηται κατὰ τὴν τάξιν μελχισεδέκ· καὶ ταῦτα εἰς τὸν αἰῶνα· οὕτως γὰρ εἴρηται· ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: ἀθανάσιος: Σολομὼν οὔτε ἱερεὺς ἐγένετο· οὔτε ἐν ὅλῳ τῷ βίῳ αὐτοῦ εὐηρέστησε τῷ θεῷ· ἀλλὰ καὶ τὸ πονηρὸν ἐνώπιον κυρίου ποιήσας ἀπέθανεν· πῶς οὖν μένει ἱερεὺς εἰς τὸν αἰῶνα; 83 ζακχαίος εἶπε: Τῷ οὖν χριστῷ εἶπεν, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν σου. ἀθανάσιος: Ὁ δαυὶδ εἶπεν εἶπε κύριος, τοῦτ' ἔστιν ὁ θεός, τῷ κυρίῳ μου, τῷ χριστῷ· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου: 84 ζακχαίος εἶπεν: Καὶ ὁ χριστὸς ἐκ δεξιῶν τοῦ θεοῦ κάθηται; ἀθανάσιος: Τοῦτο λέγει ὁ προφήτης: 85 ζακχαίος εἶπεν: Οὐκοῦν μείζων ἐστὶν ὁ χριστὸς τοῦ εὐλογουμένου; ἀθανάσιος: Μὴ γένοιτο: ζακχαίος εἶπε: Πῶς οὖν ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὡς υἱὸς μονογενὴς τοῦ ἑαυτοῦ πατρός: 86 ζακχαίος εἶπε: Καὶ πῶς ἔτι ἱερεὺς ἐστίν, εἰ ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὅτι οὐ μόνον ἐστὶν ἱερεὺς ἀλλὰ καὶ θεός· διὰ γὰρ τοῦτο θεὸς ὢν τῇ φύσει, ἔλαβε σάρκα ἐκ μαρίας· ἵνα γενόμενος ἄνθρωπος, καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν ἀναδεξάμενος, γένηται ἱερεὺς κατὰ τὴν τάξιν μελχισεδέκ· ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης ἐγένετο ἱερεύς, ἀλλὰ πνεύματι ἁγίῳ χρισθείς, ἐστὶν ἱερεὺς εἰς τὸν αἰῶνα: 87 ζακχαίος εἶπε: Καὶ πῶς δύναται ὁ ἐπὶ ποντίου πιλάτου ἀποθανών, εἰς τὸν αἰῶνα ἱερεὺς εἶναι; ἀθανάσιος: Οἱ νεκροὶ τῷ φρονήματι τὸν θάνατον αὐτοῦ περιβλέπονται. οἱ δὲ ζῶντες, τὴν ἀνάστασιν αὐτοῦ ὁρῶσιν: 88 ζακχαίος εἶπε: Καὶ τίς με δύναται πεῖσαι ὅτι ἀνέστη; ἀθανάσιος: Ὁ προφήτης δαυὶδ λέγων ἐν ψαλμῷ ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην· οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν: 89 ζακχαίος εἶπεν: Οὐκ οὖν ἄνθρωπος ἦν ἐκ ψυχῆς καὶ σώματος; ἀθανάσιος: Ἄνθρωπος ἦν κατὰ σάρκα· θεὸς δὲ κατὰ πνεῦμα. ἀμέλει· ἄκουε τί λέγει ὁ θεὸς διὰ τοῦ προφήτου ἡσαίου· ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπί σε διαβήσονται ... καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με νῆσοι. ἰσραὴλ σώζεται σωτηρίᾳ αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ... μὴ νομίζεις τὸν προφήτην ψευδῶς λέγοντα· ἰσραὴλ σώζεται ὑπὸ κυρίου σωτηρίᾳ αἰώνων· εἰ θέλεις εἰπεῖν, ὅτι οὔτε ᾐσχύνθημεν, οὔτε ἐνετράπημεν πάντα ἀπολέσαντες, καὶ ῥωμαίων γενόμενοι δοῦλοι· τόλμησον εἰπεῖν ὅτι ψευδεῖς ἐκτήσαντο οἱ πατέρες ἡμῶν προφήτας: ζακχαίος εἶπε: Μὴ γένοιτο ψευδεῖς εἰπεῖν τοὺς προφήτας: 91 ἀθανάσιος: Οὔκουν ἰσραὴλ ἐσώθη σωτηρίᾳ αἰώνων· καὶ οὐ μὴ αἰσχυνθῶσιν, οὐδ' οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, οἱ ἅγιοι ἀπόστολοι, φύσει ἑβραῖοι ὄντες, καὶ κατὰ σάρκα, καὶ κατὰ πνεῦμα· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ περιτετμημένος ἐστὶν ἰουδαῖος· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ τὴν περιτομὴν τῆς καρδίας ἔχων. μέμφεται οὖν ὁ θεὸς τοὺς ἐν τῷ φανερῷ μόνον ἔχοντας τὴν περιτομὴν καὶ μὴ ἐν τῇ καρδίᾳ, λέγων οὕτως· πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ λαός μου οὗτος τῇ καρδίᾳ: 92 ζακχαίος εἶπεν: Ὁ θεὸς ἐντειλάμενος τῷ ἀβραάμ, λέγων· περιτμηθήσεταί σου πᾶν ἀρρενικὸν τῇ ὀγδόῃ ἡμέρᾳ, ἀπεστράφη τὴν περιτομήν; 93 ἀθανάσιος: ∆ιδαχθήσῃ τὸν περὶ τῆς περιτομῆς λόγον· τέως δέ μοι εἰπέ, εἰ νενόηκας τίνι ἔλεγε διὰ τοῦ προφήτου· ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπί σε διαβήσονται καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ